Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΥΠΕΡΙΟΝΙΔΟΣ

Ὑπεριονὶς ἀετός ἐστι θήλεια. Ταύτης ἡ δύναμίς (f. 106 r.) ἐστιν ὁποία καὶ τοῦ ἄρρενος.

Ἡ δὲ κόπρος αὐτοῦ σὺν μέλιτι συναγχικοὺς ἰᾶται ἄκρως καὶ ὅσα περὶ τὸν τράχηλον πάθη καὶ βῆχας ὠφελεῖ.

Ἡ δὲ καρδία ταύτης παρὰ γυναικῶν καταπομένη ἰσχυρὰς αὐτὰς ποιεῖ καὶ ὑγιαινούσας καὶ ἀνδρῶν ἰσχυροτέρας καὶ σώφρονας.

ΠΕΡΙ ΦΗΝΗΣ

Φήνη ὄρνεον ἐστιν ὀστοκλάστης, ὅπερ οὐ μόνον σαρκοφαγεῖ, ἀλλὰ καὶ τὰ ὀστᾶ ἐσθίει.

Τούτου ξηρὰν τὴν κοιλίαν ἐάν τις λειώσας πίῃ μετ’ οἴνου, πέψιν εἰς ἄκρον ἐργάζεται· καὶ φορουμένη δὲ αὐτὸ ποιεῖ· ὁμοίως καὶ λιθουρίαν καὶ δυσουρίαν θεραπεύει.

Ὀστέον δὲ ἐκ τοῦ μηροῦ τοῦ ὀρνέου περιαφθὲν ἐν μηρῷ κιρσοὺς θεραπεύει τοὺς ἐν τοῖς ποσίν.

Ἡ δὲ χολὴ σὺν μέλιτι χριομένη λευκώματα παύει καὶ λέπρας.

ΠΕΡΙ ΦΑΣΙΑΝΟΥ

(f. 106 v.) Φασιανὸς ὄρνεον ἐστι πᾶσι γνωστόν.

Τούτου ἡ κόπρος χριομένη καὶ πινομένη ἔντασιν ποιεῖ.

Τὸ δὲ στέαρ αὐτοῦ τετανικοὺς πάνυ ὠφελεῖ, καὶ ὑστέρας πάθη.