Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

ΠΕΡΙ ΠΕΡΔΙΚΟΣ

Πέρδιξ πετηνὸν δόλιον· τοὺς ὁμοφύλους εἰς ἄγραν προτρεπόμενος οὗτος τὰ ἀλλότρια ὠὰ ὡς ἴδια θάλπει· ἔπειτα ὅταν αὐξηθῶσιν ἐκ τῶν αὐτῶν εἰς τοὺς κυήτορας ἀπέρχονται, ἔρημον τὸν θάλψαντα μεταλείψαντες.

Ἡ οὖν χολὴ τοῦ πέρδικος σὺν μέλιτι καὶ ὀποβαλσάμου χυλῷ καὶ μαράθρου ὀξυωπίαν παρέχει· ἑψομένη δὲ σὺν κυδωνίοις (f. 104 r.) καὶ μήλοις καὶ ἐσθιομένη τοῦ ζωμοῦ ἐπιρροφουμένου στυφέως κοιλιακοὺς καὶ στομαχικοὺς θεραπεύει.

Τὰ δὲ ὠὰ αὐτοῦ ἐσθιόμενα ἀφροδισίαν παρορμῶσιν· εἰσὶν δὲ φιλτροπόσιμα. Μετὰ δὲ χηνείου στέατος λειούμενα καὶ χριόμενα ταῖς θηλαῖς τῶν τροφῶν γάλα πολὺ φέρουσι. Τὰ δὲ λέπη τῶν ὠῶν λεῖα σὺν κηρῷ καὶ καδμίᾳ ἑνωθέντα καὶ κλασθέντα μασθοὺς γυναικῶν ἐνδυκότας ἀνορθοῦσιν.

ΠΕΡΙ ΡΑΦΙΟΣ

Ῥάμφιος πτηνόν ἐστι παρὰ τὸν ποταμὸν Νεῖλον ἡπταμένον λεγόμενον πελεκάνος, καὶ ἐν τῇ λίμνῃ τοῦ Αἰγύπτου διαιτώμενον, οὕτως φιλότεκνόν ἐστι πάνυ. Ὅταν οὖν γεννήσῃ νεοσσούς, καὶ ὀλίγῳ αὐξηθῶσι, τύπτουσιν εἰς τὸ πρόσωπον αὐτῶν. Ἐκείνοι μὴ ἀνεχόμενοι (f. 104 v.) κολαφίζουσιν τὰ τέκνα καὶ ἀποκτενοῦσι αὐτά· ὕστερον δὲ σπλαγχίζονται ἐπ’ αὐτοὺς καὶ πενθοῦσι τὰ τέκνα ἅπερ ἐφόνευσαν. Τῇ οὖν αὐτῇ ἡμέρᾳ ἡ αὐτῶν μήτηρ ἐλεεῖ τὰ ἴδια τέκνα καὶ τὰς ἑαυτῆς πλευρὰς περιτίλασα ἀναπτύσσει, τὰ δὲ αἵματα στάζοντα ἐπὶ τὰ νεκρὰ σώματα αὐτῶν τῶν θανόντων τέκνων ζωογονεῖ αὐτὰ, καὶ ἐγείρονται φυσικῷ τινι τρόπῳ.

Τούτων οὖν ἡ χολὴ μετὰ νίτρου σμηχομένη μελαίνας ἀλφοὺς ἰᾶται καὶ οὐλὰς

μελαίνας ὁμόχρους ποιεῖ καὶ ἄργυρον στυγνὸν λαμπρὸν ποιεῖ καὶ πᾶσαν μέλαιναν 〈πληγὴν〉 ἰᾶται.

Τὸ δὲ αἷμα αὐτῶν ποθὲν ἐπιληψίαν ἰᾶται.

ΠΕΡΙ ΣΠΙΝΟΥ

Σπίνος στρουθίον εὖμορφον καὶ πᾶσι γνωστὸν ἐν ἀγροῖς διαιτώμενον.

Τοῦτο βιβρωσκόμενον εὐμορφίαν δίδωσι καὶ ἀμέθυστον φυλάττει ἄνθρωπον. (f. 105 r.)

ΠΕΡΙ ΣΕΙΣΟΠΥΓΙΟΥ

Σεισοπυγίς, στρουθίον παρ’ ὀχετοῖς καὶ ῥύμαις εὑρισκόμενον. Τούτου ἡ πύγη δι’ ὅλου κινεῖται, ὅθεν καὶ οὕτως ὠνομάσθη.

Ἐὰν οὖν τις αὐτὴν βάλλῃ ὅλην σὺν τοῖς πτεροῖς εἰς κύθραν καὶ ἀπανθρακώσῃ καὶ λειώσας δῴη ἐν ποτῷ γυναικί, ποιήσει αὐτὴν ἀπὸ τοῦ ἔρωτος λύεσθαι. Ἔστιν γὰρ φιλτροπόσιμον ἀπαράβατον, ὃ οὐδεὶς οἶδεν.