Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Μὴ κάμνε, ψυχή, θνητῷ σώματι χρόνων ἀρχὴν 〈καὶ〉 τέλος ἔχουσα· οἴ δὲ γὰρ μόνη γαίη τὸ σῶμα ὃ φορεῖς λύπην ἔχειν νόσοισι πικρὴν καὶ νόμοις κεντούμενον, οὐ μὴν νόμοισι τούτοις, ἀλλὰ καὶ κρίσεις ἔχειν. Σὺ δὲ αὐτὰ πάντα κάμνου καὶ λυπουμένη, (f. 51 r.) θηριώνυμε θεέ, θεῶν ἄκουε καὶ ἐμοῦ τὸν λόγον. Ἄναξ ἀπάντων ἐστὶν ἄνθρωπος μόνος ῥητῶς ἅπαντας ὀνομάζων καὶ βλέπων· καὶ θεῶν ἀείδειν ἀγγέλους καὶ δαίμονας. Εἰς (?) αὐτὸν εἴπας ἐκ θεῶν δαίμονας λαλεῖν ἅπαντα

ὅσα ἔκτισε μόνος λόγοισι θείοις, ἀγγέλους ὑμῶν. Αὕεις (?) κἀγὼ εἰμι συμπαθείαις αὐτοῦ νόμοισιν αὐτοῦ καὶ νόσοις καὶ ἱλαρίαις. Ὦ μοῖρα σεπτὴ ζώοισι, τούτων σὺ πάσχων στιγμαῖς πρὸς ὥραν, ἀναφοραῖς θεῖον ἅπαντα γεννᾷ κόσμος ἐν ῥοπῇ μόνος. Λιποῦσα κἀγὼ σῶμα, εἰς τὸν ἀέρα τραπῶ ὅθεν καὶ ἦλθε δεσπότου συμβουλίαις.

Φράσω δὲ ταῦτα ὅθεν ἔχει τὸ θέσρατον· πῶς ἔχει τροφὴν βίου (f. 51 v.) ὁ δὲ λέγει ἐστὶ τοῦτο. Ὦ πάσης φύσεως μεταμορφουμένη φύσις, ἅπαντα γινώσκουσα τὰ ἑνοῦντα ἀέρι, γαίῃ, καὶ ὀρνέων τὰ τραυλοηχοῦντα μετ’ ἐναερίων, ἃ δ ἄλλα μυκᾶται γένη τετραπόδων, κυνῶν ὑλάσματα, ἑρπετῶν συρίσματα. Τούτων ἀκούσῃ φθέγματα παντὸς τρόπου· μυός, γαλῆς, μυογάλου, ἀσκαλαβώτου, γενησίλφης, ἀπάσης σφηκὸς καὶ μελίσσης παντοίας.

Λαβὼν οὖν λίθον ἱερακίτην, γλύψον εἰς αὐτὸν ἱέρακα καὶ περὶ τοὺς πόδας βάτραχον· καὶ ὑπὸ τὸν λίθον ταῦτα· ΜΑΛΛΕΝΕΚΛΑ’ (ἐν ἄλλῳ ΜΑΛΘΑΛΑ’) καὶ ἐπὶ μαγνήτην ζῶντα τὴν αὐτὴν γλυφήν· ὑπὸ δὲ τὸν λίθον γλυφῇς ταῦτα· ΜΑΜΑ’ΛΛΑΙΝΑ. οἱ δὲ ΜΑ’ΛΑΛΛΛ· (f. 52 r.) καὶ ἐνδήσεις ὡς ὑπόκειται.

Ταῦτα μὲν ὁ Ἁρποκρατίων, καὶ αὖθις· ὁ δὲ Κυρανὸς οὕτως εἰς τὴν τῶν λίθων ἐξέθετο γλυφήν· Εἰς τὸν ἱερακιτὴν λίθον γλύψον ἱέρακα· καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ βάτραχον, καὶ ὑποκάτωθεν τοῦ λίθου γράφε τοῦτο· ΜΑ’ΛΑΑ· καὶ εἰς μαγνήτην λίθον τὴν αὐτὴν γλυφήν· ὑποκάτωθεν δὲ τοῦ λίθου· ΜΑ’ ΛΛΕΝΑ.

Λαβὼν οὖν ἱέρακα τὸν κοινὸν ὃν καλοῦσιν κιρκαῖον, βύθισον ὕδατι πηγαίῳ ὡς κοτύλας δύο ἕως οὗ ἀποθεωθῇ, τουτέστιν πνίξον εἰς τὸ ὕδωρ τὸν ἱέρακα ἕως οὗ ἀποθάνῃ. Εἷτα ἄρας αὐτὸν ἔασον ὡς ὥρας ϛ′, ὁ δὲ Κυρανὸς (f. 52 v.) ἑπτὰ εἶπεν ἡμέρας τεταριχωμένον· μετὰ δὲ ταῦτα τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν καρδίαν ἔνδησον μετὰ γλώσσης βατράχου ζῶντος [τοῦ τε μαγνίτου] καὶ τῶν δύο λίθων, τοῦ μαγνήτου καὶ τοῦ ἱερακίτου, καὶ ὀλίγου ῥινίσματος σιδήρου, διὰ τὸ εἶναι ζῶντα τὸν μαγνήτην, καὶ συνδήσας ἔχε· μέγα φυλακτήριον. Ἔστωσαν δὲ ταῦτα πάντα δεδεμένα εἰς τὸ δέρμα τοῦ ἱέρακος· τὸν δὲ δεσμὸν τοῦ φυλακτηρίου ποίει ἐκ τῶν νεύρων τοῦ ἱέρακος ὡς σπαρτίον ἄκλαστον, λεπτόν, ἐπιμηκέστερον, ἵνα φορούμενον ἐπὶ τὸν τράχηλον φθάσῃ ἕως τοῦ στομάχου καὶ τῆς καρδίας κατὰ μέσον· καὶ προγνώσεις πάντα. Τοῦτο (f. 53 r.) μηδὲ ἰδίῳ τέκνῳ παραδίδου ἢ δίδασκε.

Τὸ δὲ ἀκόλουθον ἀπόγευμα τοῦ φυλακτηρίου τοῦτό ἐστι. Βαλὼν εἰς προπεποτισμένον ἀγγεῖον ὀστράκινον τὸ ὕδωρ ἐν ᾧ ἀπεθεώθη ὁ ἱέραξ, καὶ μέλιτος κοτύλην α′, καὶ λιβανωτίδος ῥίζης βοτάνης ‹ ο δ′, λείας κρίθας βεβρεγμένας ὕδατι ποταμίῳ ἕως ἄν βλαστήσωσι, καὶ ἔξω τὰς γλώσσας ἔχωσιν κη′ καὶ βατραχίου βοτάνης ‹ ο δ′, ἐν ἄλλῳ δὲ λιβάνου ‹ ο α′, ἐν ἄλλῳ δὲ χαμελαίας βοτάνης ἐλαίας γ′. Ταῦτα λειώσας ἕψει μετὰ τοῦ συνθέματος ἕως γένηται ἐκλείγματος σύστασις, καὶ ἀπόθου εἰς ὑέλινον ἀγγεῖον (f. 53 v.) εὖ μάλα φιμώσας. Ὅταν δὲ αὐτὸ ἀποτιθῇς, ἔμβαλε εἰς αὐτὸ καρδίαν κούκοφος ἔτι θερμὴν καὶ σπαίρουσαν, καὶ ὀλίγον ἐκ τοῦ αἵματος αὐτοῦ· εἶτα ἑτέρου κούκοφος καρδίαν κατάπιε ἔτι σπαίρουσαν ἐπιπιὼν ὑδρόμελι, καὶ ἔσῃ τετελεσμένος εἰς τὸν ἀεί σου βίον. . . . . . . . . . . . . . . . . . . . . . . . . .

Ὅταν οὖν θέλῃς ὅσα γίνεται ἐν κόσμῳ ἢ ἐν οὐρανῷ ἢ κατὰ κλίματα ἢ κατὰ πόλιν ἢ κατ’ ἄνθρωπον ἢ ἐν τῷ οἴκῳ σου ἢ ἄλλῳ οἴκῳ περὶ γυναικῶν καὶ ἀνδρῶν, ἢ κλεπτῶν 〈μαθεῖν〉, πρόγευσαι ἐκ τοῦ συνθέματος δάκτυλον α′, καὶ ἐπίπιε γάλα βοὸς καὶ ὑδρόμελι· φόρει δὲ τὸ προειρημένον φυλακτήριον (f. 54 r.). περὶ τὸν τράχηλον ἵνα ἅπτηται εἰς τὴν καρδίαν σου καὶ τὸν στόμαχον· καὶ ἔσῃ προγινώσκων ὅσα θέλεις ἐννοεῖσθαι· ἔσῃ γὰρ πάντα τὰ προειρημένα νοῶν, βίους τε καὶ μοίρας ἀνδρῶν τε καὶ γυναικῶν, καὶ κλεπτῶν καὶ δραπετῶν τὸ ποῦ καὶ πῶς, καὶ ἀπλῶς ἅπαντα.

Ταῦτα μὲν ἀμφότεροι ἐξίσου συνεγράψαντο. Ὁ δὲ Ἁρποκρατίων καὶ ταῦτα· Ἐξορκίζω σε, τέκνον, οὔρανον, ἀέρα, γῆν, βυθόν, πηγάς τε καὶ ποταμούς, καὶ τὸν εἰσπνέοντα εἰς σὲ θεόν, μηδενὶ μεταδοῦναι τὸ μυστήριον τοῦτο, μηδὲ ἰδίῳ τέκνῳ, εἰ (f. 54 v.) μὴ ἄξιος εἴη εἰδέναι τὴν φύσιν ταύτην. Θεοὶ δὲ πάντες οὓς προσκυνοῦμεν ταύτην ἔχουσιν τὴν δύναμιν, ἀλλὰ μηδενὶ φράσῃς, ἀλλ’ ὡς σοφῇ ψυχῇ χρῶ πλήν τινος ἑτέρου.