Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Χρυσάνθεμος, βοτάνη.

Χρυσόπτερον, πτηνόν.

Χρυσοφός, ἰχθύς.

Χρυσίτης, λίθος.

Χρυσάνθεμος, βοτάνη 〈πασίγνωστος〉.

Χρυσόπτερον, ζῶον ὡς ὄρτυξ τὸ μέγεθος.

Χρυσοφὸς δέ, ἰχθὺς ἐδώδιμος, θαλάσσιος, γνωστός.

Χρυσίτης, λίθος ποικίλος, ὡς χρυσίζων.

Τῆς οὖν χρυσανθέμου τὸ ἄνθος ἐστὶ χρυσίζον ὡς εἰ καλυκοειδὲς καὶ κατὰ μέσον τοῦ ἄνθους, ὡσεὶ μυρμήκια μικρὰ (f. 55 r.) μέλανα, βραχέα πτερὰ ἔχοντα· ταῦτα καλεῖται αἷμα κοσμικόν· τοῦτο ὁρᾶται πρὸ ἡλίου ἀνατολῆς, ἡλίου ὄντος ἐν κριῷ· καὶ ἀποτίθεται ἐν ὑελίνῳ ἀγγείῳ μετὰ ῥοδίνου καὶ ὀλίγου τοῦ ἄνθους τῆς βοτάνης. Εἶτα πρωὶ προερχόμενος ἁγνὸς ὤν, βραχὺ λαβὼν ἐξ αὐτοῦ ἀλείφου τὰς ὄψεις, καὶ πορεύου θαρρῶν· ποιεῖ γὰρ σε προσφιλῆ, ἐπιχαρῆ, εὐσύστατον πρὸς πάντας καὶ πάσας. Ἐὰν δὲ τοῦ ἡλίου ἀνατέλλοντος οὕτως ποιήσῃς, κρεῖσσον ἐνεργήσει.

Ποιεῖ δὲ καὶ πρὸς μοιρικὰς ἀνεπιτυχίας, ἀπραξίας, καὶ τὰ τοιαῦτα.

Τῆς (f. 55 v.) οὖν ῥίζης τῆς βοτάνης 〈μέρος λαβών〉 μετὰ λίθου τοῦ ἐκ τῆς κεφαλῆς τοῦ ἰχθύος, περίαπτε ἐν ῥάκει πρὸς ὀδύνας τῶν ὀδοντοφυούντων παίδων.