Cyranides

Cyranides

Cyranides. Les Lapidaires de L'antiquité et du Moyen Age; Les Lapidaires Grecs. Vol. 2, Fasc. 1. Mély, Fernand de, editor. Paris: Ernest Leroux, 1898.

Ὁμοίως δὲ καὶ τὸ στέαρ τῆς φώκης μιγνύμενον κηρωτῇ ῥητίνῃ ποδαγροὺς ὠφελεῖ καὶ ἀρθριτικούς.

Ἐὰν δὲ τὴν (f. 50 r.) καρδίαν αὐτῆς περιάψῃς εἰς κατάρτιν πλοίου, οὐδέποτε ναυαγήσει.

Ὁμοίως δὲ καὶ τὴν δορὰν ἐὰν καθηλώσῃς εἰς τὸ ἀκρόπτερον, οὐ πειραθήσεταί ποτε κεραυνοβολίας τὸ πλοῖον.

Τὸ δὲ πτηνὸν βρωθὲν ἰκτεριῶντας ἀπαλλάσσει.

Οἱ δὲ ὄνυχες αὐτοῦ περιαπτόμενοι τριταῖον ψύχος καὶ καθημερινὸν ἰῶνται ἐν ῥάκει περιαφθέντες.

Ἡ δὲ καρδία αὐτοῦ ἐν ῥάκει περιαφθεῖσα καὶ ἐν βραχίονι φορουμένη τριταῖον, τεταρταῖον καὶ ἀμφημερινὸν ψύχος ἰῶνται.

Εἰς δὲ τὴν βατραχίτην λίθον γλύψον ἱέρακα· καὶ παρὰ τοὺς πόδας βάτραχον, καὶ κατάκλειε γλῶσσαν βατράχου καὶ ῥιζίον τῆς βοτάνης, καὶ ἄκρον γλώσσης (f. 50 v.) τοῦ πτηνοῦ, καὶ κατακλείσας δὸς φορεῖν· ἵστησιν δὲ πᾶσαν αἱμορραγίαν καὶ ἀσκληπιάδας φερομένας καὶ ἰκτεριῶντας διασώζει.

Ποιεῖ δὲ καὶ τοῖς αἷμα ἀνάγουσιν καὶ ταῖς ἀπὸ μήτρας αἱμορραγούσαις. Ἔστι δὲ καὶ πραϋντικὸν θυμοῦ ἐπὶ ὀργῆς ἐχθρῶν, ἐὰν μάλιστα καὶ τὰς τρίχας ὑποκατακλείσῃς τῆς φώκης· διαφυλάττει γὰρ καὶ ἀπὸ θηρίων ἰοβόλων. Ἔχει γὰρ καὶ ἄλλας πράξεις ἃς φράσω θειοτάτας ὁ λίθος οὗτος.