Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

[*](Cor. 9, 15)

Οὐδέν μοι ὠφελήσει τὰ πέρατα τοῦ κόσμου οὐδὲ αἱ βασιλεῖαι τοῦ αἰῶνος τούτου. καλόν μοι ἀποθανεῖν εἰς Χριστὸν Ἰησοῦν, ἢ βασιλεύειν τῶν περάτων τῆς γῆς. ἐκεῖνον ζητῶ, τὸν ὑπὲρ ἡμῶν ἀποθανόντα: ἐκεῖνον θέλω, τὸν δἰ ἡμᾶς ἀναστάντα. ὁ δὲ τοκετός μοι ἐπίκειται.

σύγγνωτέ μοι,

234
ἀδελφοί: μὴ ἐμποδίσητέ μοι ζῆσαι, μὴ θελήσητε με ἀποθανεῖν: τὸν τοῦ θεοῦ θέλοντα εἶναι κόσμῳ μὴ χαρίσησθε, μηδὲ ὕλῃ ἐξαπατήσητε: [*](mhde\ u(/lh| e)capath/shte is omitted in Gg; Lightfoot thinks that LSA imply kolakeu/shte rather than e)capath/shte.) ἄφετέ με καθαρὸν φῶς λαβεῖν: ἐκεῖ παραγενόμενος ἄνθρωπος ἔσομαι.

ἐπιτρέψατέ μοι μιμητὴν εἶναι τοῦ πάθους τοῦ θεοῦ μου. εἴ τις αὐτὸν ἐν ἑαυτῷ ἔχει, νοησάτω ὃ θέλω, καὶ συμπαθείτω μοι εἰδὼς τὰ συνέχοντά με.