Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Ὁ ἄρχων τοῦ αἰῶνος τούτου διαρπάσαι με βούλεται καὶ τὴν εἰς θεόν μου γνώμην διαφθεῖραι. μηδεὶς οὖν τῶν παρόντων ὑμῶν βοηθείτω αὐτῷ: μᾶλλον ἐμοῦ γίνεσθε, τουτέστιν τοῦ θεοῦ. μὴ λαλεῖτε Ἰησοῦν Χριστόν, κόσμον δὲ ἐπιθυμεῖτε.

βασκανία ἐν ὑμῖν μὴ κατοικείτω. μηδ̓ ἂν ἐγὼ παρὼν παρακαλῶ ὑμᾶς, πείσθητέ μοι: τούτοις δὲ μᾶλλον πείσθητε, οἷς γράφω ὑμῖν. ζῶν γὰρ γράφω ὑμῖν, ἐρῶν τοῦ ἀποθανεῖν. ὁ ἐμὸς ἔρως ἐσταύρωται, καὶ οὐκ ἔστιν ἐν ἐμοὶ πῦρ φιλόυλον: [*](Joh. 4, 10; 7, 38) ὕδωρ δὲ ζῶν καὶ λαλοῦν [*](The text is much exranded in the later authorities: Lightfoot is inclined to emend kai\ lalou=n to a(llo/menon, shich is found in g, as a referenes to Joh. 4, 14.) ἐν ἐμοί, ἔσωθέν μοι λέγον: Δεῦρο πρὸς τὸν πατέρα.

οὐχ ἥδομαι τροφῇ [*](Joh. 6, 33) φθορᾶς οὐδὲ ἡδοναῖς τοῦ βίου τούτου. ἄρτον θεοῦ [*](Joh. 7, 42; Rom. 1, 3; II Tim, 2, 8) θέλω, ὅ ἐστιν σὰρξ Ἰησοῦ [*](*)ihsou= GLA, om. *sg.) Χριστοῦ, τοῦ ἐκ σπέρματος Δαυείδ, καὶ πόμα θέλω τὸ αἷμα αὐτοῦ, ὅ ἐστιν ἀγάπη ἄφθαρτος.

236