Epistles

Ignatius of Antioch

Ignatius of Antioch. The Apostolic Fathers, Volume 1. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1912.

Ἀπὸ Συρίας μέχρι Ῥώμης θηριομαχῶ, διὰ γῆς καὶ θαλάσσης, νυκτὸς καὶ ἧμερας, δεδεμένος

232
δέκα λεοπάρδοις, ὅ ἐστιν στρατιωτικὸν τάγμα: οἲ καὶ εὐεργετούμενοι χείρους γίνονται. ἐν δὲ τοῖς [*](Cor. 4, 4) ἀδικήμασιν αὐτῶν μᾶλλον μαθητεύομαι, ἀλλ̓ οὐ παρὰ τοῦτο δεδικαίωμαι.

ὀναίμην τῶν θηρίων τῶν ἐμοὶ ἡτοιμασμένων καὶ εὔχομαι σύντομά μοι εὑρεθῆναι: ἃ καὶ κολακεύσω, συντόμως με καταφαγεῖν, οὐχ ὥσπερ τινῶν δειλαινόμενα οὐχ ἥψαντο. κἂν αὐτὰ δὲ ἄκοντα [*](a)/konta G Euacb, e(ko/nta Lg, (om. SA?). Lightfoot prefers e)ko/nta silling, shich must be an accusative referring to Ignatius.) μὴ θελήσῃ, ἐγὼ προσβιάσομαι.

συγγνώμην μοι ἔχετε: τί μοι συμφέρει, ἐγὼ γινώσκω, νῦν ἄρχομαι μαθητὴς εἶναι. μηθέν με ζηλώσαι τῶν ὁρατῶν καὶ ἀοράτων, ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω. πῦρ καὶ σταυρὸς θηρίων τε συστάσεις, ἀνατομαί, διαιρέσεις, σκορπισμοὶ ὀστέων, συγκοπὴ μελῶν, ἀλεσμοὶ ὅλου τοῦ σώματος, κακαὶ κολάσεις τοῦ διαβόλου ἐπ̓ ἐμὲ ἐρχέσθωσαν, μόνον ἵνα Ἰησοῦ Χριστοῦ ἐπιτύχω.