In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Χωρὶς δὲ τῆς ἐν ταῖς συνανατολαῖς καὶ ⟨συγκατα-⟩ δύσεσι θεωρίας εὔχρηστον εἶναι νομίζω καὶ τὸ παρα- κολουθεῖν ἡμᾶς, τίνες τῶν ἀπλανῶν ἀστέρων ἀπέχουσιν ἀπʼ ἀλλήλων κατὰ τὸ ἑξῆς ὡριαῖα ἰσημερινὰ διαστήματα. τοῦτο γὰρ ἡμῖν εὔχρηστόν ἐστι πρός τε τὸ τὴν ὥραν τῆς νυκτὸς ἀκριβῶς συλλογίζεσθαι καὶ πρὸς τὸ τοὺς ἐκλειπτικοὺς τῆς σελήνης χρόνους καὶ ἕτερα πλείονα κατανοεῖν τῶν ἐν ἀστρολογίᾳ θεωρημάτων.

Ἐπὶ μὲν οὖν τοῦ διὰ τῶν τροπικῶν σημείων καὶ διὰ τῶν πόλων γραφομένου κύκλου κεῖται ἀστὴρ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ τοῦ Κυνός, ἐν τῷ τὸ θερινὸν τροπικὸν σημεῖον ἔχοντι ἡμικυκλίῳ κείμενος. ἀπὸ τούτου τοῦ ἀστέρος ἀπέχει ὡριαῖον διάστημα τοῦ τε Ὕδρου ὁ ἐν τῇ ἐκφύσει τοῦ τραχήλου κείμενος, ἔγγιστα δὲ καὶ τῆς Ἄρκτου ὁ ἐν τοῖς ἐμπροσθίοις γόνασι λαμπρός.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει 〈περὶ τὴν ἀρχὴν τοῦ Λέοντος〉 τῶν ἐν τῷ Λέοντι ὁ προ- [*](3. ἔσχατος L2. ‖ 4. βορείῳ AL2. ‖ 7. δυσὶ L2, β cett 8. Inter haec et sequentia nonnullae lineae intermittuntur B (L 11, P 10, M 8, V 4) scriptura perpetua pergitur A. 13. κατὰ τὰ ἑξῆς coni. Scal. ‖ 18. τοῦ διὰ L2, τῶν διὰ cett.;)

272
ηγούμενος μικρῷ μεῖον ἢ πῆχυν τοῦ ἐν τῇ καρδίᾳ λαμπροῦ μικρὸς ἀστήρ. οὐδὲ δάκτυλον προηγεῖται οὗτος ὁ ἀστερίσκος τοῦ διὰ τῶν πόλων κύκλου τὸ δεύτερον ὡριαῖον διάστημα ἀφορίζοντος.

Τὸ δὲ τρίτον ὡριαῖον διάστημα περὶ μέσον τὸν Λέοντα ἀφορίζει τοῦ Λέοντος ὁ νοτιώτερος τῶν δύο τῶν ἐξ ἑκατέρου μέρους παρακειμένων τῷ ἐπὶ τῆς ὀσφύος λαμπρῷ.

Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα περὶ τὴν ἀρχὴν τῆς Παρθένου ἀφορίζει τοῦ ὑπὸ τὸν Κρατῆρα ὀρθο- γωνίου τριγώνου ὁ ἐπὶ τῆς ὀρθῆς γωνίας κείμενος ἀστήρ· ὁ δὲ ἐπὶ τῆς ὀσφύος τῆς Μεγάλης Ἄρκτου λαμπρὸς ἔλασσον ἢ κ΄ μέρος ὥρας ὑπολείπεται τοῦ τὴν τετάρτην ὥραν ἀφορίζοντος κύκλου.

Τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσην τὴν Παρθένον ἀκριβῶς μὲν οὐδεὶς ἀστήρ, τῷ δὲ δεκάτῳ μέρει ὥρας πλέον ὑπολειπόμενος ὅ τε Προτρυγητὴρ καὶ ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου τῆς Παρθένου κείμενος λαμπρὸς ἀστήρ.

Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν ἰσημερινῶν σημείων κύκλου ἔγγιστα μὲν τοῦ Κενταύρου ὁ ἐχόμενος τῶν ἐν τῷ νοτιωτάτῳ μέρει τοῦ θύρσου λαμπρῶν καὶ ὡς ἡμιπήχιον διεστηκότων, οἳ κεῖνται κατὰ μέσον πως τὸ στῆθος τοῦ Κενταύρου· τοῦ δὲ Βοώτου ὁ μέσος τῶν ἐν τῷ ἀριστερῷ ποδὶ ὡς κ΄ μέρος ὡριαίου διαστήματος ὑπολείπεται τοῦ τὰς ἓξ ὥρας ἀφορίζοντος κύκλου.

[*](1. μεῖον*] μεῖζον vulg. ‖ 2. ἀστήρ] ἀστερίσκος B edd. | οὐδὲ δάκτυλον*] τῆσδε σφονδύλου Vat., τῆς δὲ σφονδύλου P1P2L2 (σπονδ.), τοῦδε σφονδ. LMV, τοῦ δὲ σφ. P3, τοῦ τε σφ edd. προηγ.] πρόκειται AL2. ‖ 4. ἀφορ,] ἀφανίζοντος AL2. ‖ 5. περὶ)
274

Τῶν δὲ μεταξὺ τοῦ φθινοπωρινοῦ ἰσημερινοῦ σημείου καὶ τοῦ χειμερινοῦ τροπικοῦ ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον 〈διάστημα〉 ἐπὶ τοῦ περὶ μέσας τὰς Χηλὰς κύκλου ἀφορίζει ὡς ἔγγιστα τοῦ τε Βοώτου ὁ ἀριστερὸς ὦμος καὶ 〈τῶν Χηλῶν〉 ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρὸς ἀστήρ, ὁ μὲν ὦμος ἀδιαφόρως πλεῖον ὑπολειπόμενος, ἡ δὲ χηλὴ ὡς λ΄ μέρος 〈ὥρας〉 προηγουμένη τοῦ εἰρημένου διὰ τῶν πόλων κύκλου.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Σκορπίου [τοῦ τε Ὀφιούχου] ὁ βορειό- τερος τῶν [ἐν τῇ δεξιᾷ χειρὶ] δύο ἀστέρων λαμπρῶν, οἳ κεῖνται ἐν τῷ σώματι τοῦ Ὄφεως [μετὰ τὸ δεξιὸν γόνυ τοῦ Ὀφιούχου]· τοῦ δὲ Στεφάνου ὁ προηγού- μενος τοῦ λαμπροῦ ὡς λ΄ μέρος ὥρας ὑπολείπεται τοῦ διὰ τῶν πόλων κύκλου, ὁμοίως δὲ καὶ ὁ μέσος τῶν ἐν τῷ μετώπῳ τοῦ Σκορπίου τριῶν λαμπρῶν ἀστέρων.

Τὴν δὲ τρίτην ὥραν ἀφορίζει περὶ τὸ μέσον τοῦ Σκορπίου τοῦ Ἐνγόνασιν ὁ ἐπὶ τοῦ δεξιοῦ ὤμου κείμενος ἀστὴρ καὶ ὁ ἐν μέσῃ τῇ δεξιᾷ κνήμῃ αὐτοῦ, ὡς λ΄ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων.

Τὴν δὲ τετάρτην ὥραν ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Τοξότου τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ ἀριστερῷ μηρῷ λαμπρός, καὶ τῆς Μικρᾶς Ἄρκτου οἱ λαμπρότατοι καὶ ἡγούμενοι τῶν ἐν τῷ πλινθίῳ τεσσάρων, καὶ τοῦ Ὀφιούχου τῶν ἐν τῷ δεξιῷ ὤμῳ ὁ βορειότερος.

[*](3. πρῶτον] ᾱ° P1P2 α΄ B edd. (Ur. quoque abhinc ita.) 7. λ΄*] τριακ. vulg. ‖ 13. καὶ ἐν AL2. | τὸ ante δεξ. om. edd. 23. ὥραν L2, om. cett. | ἀφορίζει περὶ τὴν om. A, ἀφορίζει-)
276

Τὴν δὲ πέμπτην ὥραν ἀφορίζει περὶ μέσον τὸν Τοξότην τοῦ Τοξότου ὁ ἑπόμενος τῶν ἐν τῇ κεφαλῇ τριῶν, ὡς λ΄ μέρος ὥρας πρὸς ἀνατολὰς παραλλάσσων.