In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Πάλιν δὲ τοῦ μὲν Καρκίνου δύνοντος συγκατα- δύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας ζ΄ καὶ κ΄ μέσης ἕως Καρκίνου κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Χηλῶν ιζ΄ ἕως Σκορπίου ιβ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς 〈νοτίοις〉 ποσὶ τοῦ Καρκίνου ἐκφανὴς καὶ ἐπʼ εὐθείας κείμενος τοῖς πρὸς δύσιν [τοῖς νοτιωτέροις] τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν τῷ Καρκίνῳ, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ τοῦ Καρκίνου.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων 〈ἐν μὲν τῇ ἀρχῇ〉 τοῦ τε Βοώτου ὁ δεξιὸς πούς, καὶ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός· ἔσχατον δὲ μεσου- ρανοῦσι τοῦ τε Ἐνγόνασιν ὁ ἐν τῷ δεξιῷ βραχίονι, τρίτος ὢν ἀπὸ τοῦ δεξιοῦ ὤμου, καὶ τοῦ Σκορπίου ὁ τρίτος καὶ ὁ τέταρτος καὶ ὁ πέμπτος σφόνδυλος τῶν μετὰ τὸ στῆθος.

Δύνει δὲ ὁ Καρκίνος ἐν ὥρᾳ μιᾷ καὶ τρισὶ πεμπτη- μορίοις.

Τοῦ δὲ Λέοντος δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Καρκίνου μοίρας α΄ καὶ κ΄ μέσης ἕως Παρθένου μοίρας ιδ΄· μεσουρανεῖ δὲ ἀπὸ Σκορπίου μοίρας ιγ΄ ἕως Τοξότου α΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει τοῦ Λέοντος ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ.

[*](3. ἡμίσει] ἡμισείᾳ L2, ?? B edd. ‖ 4 Reliqua parte folii, ubi haec desinunt, vacua relicta in recenti folio sequentra)
260

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς δύσεως τοῦ τε Ἐνγόνασιν ὁ δεξιὸς πούς, καὶ τοῦ Ὀφιούχου τὸ ἀριστερὸν γόνυ, ὡς ἡμιπήχιον ὑπο- λειπόμενον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Σκορπίου ὁ πρῶτος σφόνδυλος· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Δράκοντος ὁ βορειότερος κρόταφος, καὶ τοῦ Τοξότου ὁ ἐν μέσῳ τῷ νώτῳ, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Λέων ἐν ὥραις δυσὶ καὶ δυσὶ μέρεσιν ὥρας.

Τῆς δὲ Παρθένου δυνούσης συγκαταδύνει μὲν αὐτῇ ὁ ζῳδιακὸς ἀπὸ Λέοντος ζ΄ καὶ κ΄ μοίρας ἕως Χηλῶν ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Τοξότου ια΄ ἕως Αἰγόκερω ιϚ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ ἀριστερᾷ πτέρυγι, ἔσχατος δὲ ὁ ἐν τῷ βορείῳ ποδί.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε 〈Ὄφεως, ὃν ἔχει ὁ〉 Ὀφιοῦχος, ὁ δεύτερος ἀπʼ ἄκρας τῆς οὐρᾶς, καὶ τοῦ Τοξότου τῶν ἐν τῷ τετραπλεύρῳ ὁ ἡγούμενος τῶν ἀμαυροτέρων ἀντιγωνίων· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῳ τῷ σώματι λαμπρός, καὶ τοῦ Δελφῖνος τῶν ἐν τῷ ῥόμβῳ ὁ νοτιώτερος τῶν ἑπομένων.

Δύνει δὲ ἡ Παρθένος ἐν ὥραις δυσὶ καὶ 〈τρίτῳ καὶ〉 πέμπτῳ μέρει.

Ὅταν δὲ αἱ Χηλαὶ δύνωσι, συγκαταδύνει μὲν αὐταῖς ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιζ΄ μέσης ἕως Σκορπίου μοίρας ιε΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας ι΄ ἕως Αἰγόκερω μοίρας η΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρᾳ τῇ νοτίᾳ χηλῇ λαμπρός, ἔσχατος δὲ ὁ ἐν μέσῃ τῇ βορείᾳ χηλῇ.

[*](1. μὲν om. L2. ‖ 5. πρῶτος Vat. L2, α΄ cett. (ᾱ ος P1P2). | ἔσχατοι L2. ‖ 11. μοίρας om. AL2. | Χηλῶν Ϛ΄ καὶ κ΄*] χηλῶν)
262

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ νοτιώτατος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ἔσχατον δὲ ὁ ἐν τῷ στόματι τοῦ Ἵππου λαμπρός.

Δύνουσι δὲ αἱ Χηλαὶ ἐν ὥρᾳ μιᾷ καὶ τετάρτῳ μέρει.

Τοῦ δὲ Σκορπίου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Χηλῶν μοίρας ιγ΄ μέσης ἕως Σκορπίου μοίρας Ϛ΄· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω ζ΄ μέσης ἕως Αἰγόκερω β΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐπὶ τοῦ τρίτου σφονδύλου κείμενος, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῷ μετώπῳ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὄρνιθος ὁ μέσος τῶν ἐν τῇ δεξιᾷ πτέρυγι, ὑπολειπόμενος ὡς ἡμιπήχιον τοῦ μεσημβρινοῦ, καὶ τοῦ Αἰγόκερω ὁ βορειότερος τῶν ἐν τοῖς γόνασιν· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Ὄρνιθος ὁ ἐν μέσῃ τῇ οὐρᾷ λαμπρός, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῇ οὐρᾷ λαμπρῶν, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως.

Δύνει δὲ ὁ Σκορπίος ἐν ὥρᾳ μιᾷ.

Τοῦ δὲ Τοξότου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Σκορπίου μοίρας γ΄ ἕως Τοξότου ζ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Αἰγόκερω μοίρας κ΄ ἕως Ἰχθύων ε΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ λαμπρὸς ὁ ἐν τῷ ἐμπροσθίῳ ποδί, ἔσχατος δὲ ὁ βορειότερος τῶν ἐν τῇ ἐφαπτίδι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κηφέως ὁ ἐν ἄκρᾳ τῇ δεξιᾷ χειρί, καὶ τοῦ Ὄρνιθος ὁ ἐν τῷ ἀγκῶνι τῆς ἀριστερᾶς πτέρυγος, καὶ [*](2. νοτιώτατος*] βορειότατος vulg. ‖ 3. ἔσχατος L2. ‖ 5. τε- τάρτῳ L2, δ΄ cett ‖ 8. μοίρας om AL2. | αἰγοκέρωτος AL2.)

264
τοῦ Αἰγόκερω ὁ ἑπόμενος τῶν ἐν τῷ νώτῳ, προηγού- μενος τοῦ μεσημβρινοῦ ὡς ἡμιπήχιον· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Κηφέως ὁ ἀριστερὸς πούς, καὶ τοῦ Ἵππου ὁ ἐν τῷ ὀμφαλῷ.

Δύνει δὲ ὁ Τοξότης ἐν ὥραις τρισί.

Τοῦ δὲ Αἰγόκερω δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας β΄ ἕως Αἰγόκερω μοίρας δ΄ καὶ κ΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Ἰχθύων μοίρας ια΄ μέσης ἕως Κριοῦ θ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτερος τῶν ἐν τοῖς γονατίοις, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τῆς Κασσιεπείας ὁ ἀμαυρότερος τῶν ἐν τῷ δίφρῳ, καὶ τῆς Ἀνδρομέδας ὁ βορειότερος τῶν ἐν τῷ στήθει· ἔσχατον δὲ μεσουρανοῦσι τοῦ τε Περσέως ὁ ἀριστερὸς ὦμος, ὑπολειπόμενος τοῦ μεσημβρινοῦ ὡς δύο μέρη πήχεως 〈καὶ τοῦ Κήτους ὁ ἐπὶ τῆς λοφίας〉.

Δύνει δὲ ὁ Αἰγόκερως ἐν ὥρᾳ μιᾷ καὶ δυσὶ μέρεσιν ὥρας.

Τοῦ δὲ Ὑδροχόου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Αἰγόκερω μοίρας ιη΄ μέσης ἕως Ὑδρο- χόου ιε΄· μεσουρανεῖ δὲ ἀπὸ Κριοῦ μοίρας γ΄ ἕως Ταύρου ζ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἡγούμενος τῶν ἐν τῇ ἀριστερᾷ χειρί, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ κάλπιδι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Περσέως ὁ ἐν τῇ ἅρπῃ νεφελοειδὴς ὤν, καὶ τῆς Ἀνδρομέδας ὁ ἀριστερὸς πούς, μικρὸν προηγού- μενος τοῦ μεσημβρινοῦ, ὁμοίως δὲ καὶ τοῦ Κριοῦ ὁ [*](1. νότῳ AL2. ‖ 2. ἔσχατοι L2. ‖ 5 τρισί L2, γ΄ cett. 6. αἰγοκέρωτος AL2. ‖ 8. μοίρας om. AL hic et infra. ‖ 15. ἔσχα-)

266
μέσος τῶν ἐν τῇ κεφαλῇ, ἔσχατον δὲ ὁ ἐν τῇ ὡμοπλάτῃ τοῦ Ταύρου, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ τῶν Ὑάδων ὁ ἐν τῷ ῥύγχει, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Ὑδροχόος ἐν ὥραις δυσὶ καὶ ὀγδόῳ μέρει.

Τῶν δὲ Ἰχθύων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Ὑδροχόου μοίρας γ΄ καὶ κ΄ ἕως Κριοῦ μοίρας ε΄· μεσουρανεῖ δὲ ἀπὸ Ταύρου μοίρας ιζ΄ ἕως Καρκίνου Ϛ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν ἄκρῳ τῷ ῥύγχει 〈τοῦ νοτιωτέρου Ἰχθύος, ἔσχατοι δὲ οἱ ἐν ἄκρῳ τῴ ῥύγχει〉 τοῦ βορειοτέρου Ἰχθύος.

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ τε Ταύρου ὁ ἐν τῇ ἐκφύσει τοῦ δεξιοῦ κέρατος, καὶ τοῦ Ἡνιόχου ὁ ἀριστερὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Ἄρκτου ὁ βορειότερος τῶν ἐν τοῖς ἐμπροσθίοις σκέλεσι, καὶ τοῦ Καρκίνου τῶν περὶ τὸ Νεφέλιον τὸ ἐν αὐτῷ κειμένων τεσσάρων οἱ δύο πρὸς δύσιν, καὶ τοῦ Καρκίνου ὁ ἐν τοῖς νοτίοις ποσί.

Δύνουσι δὲ οἱ Ἰχθύες ἐν ὥραις τρισὶ καὶ ἡμιωρίῳ.

Τοῦ δὲ Κριοῦ δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Ἰχθύων μοίρας θ΄ καὶ κ΄ ἕως Κριοῦ μοίρας Ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Διδύμων μοίρας θ΄ καὶ κ΄ ἕως Καρκίνου θ΄ καὶ κ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ ἐν τοῖς ἐμπροσθίοις ποσίν, ἔσχατος δὲ ὁ ἑπόμενος τῶν ἐν τῇ οὐρᾷ.

[*](1. ἔσχατον*] ἔσχατος vulg. | τῇ ὠμοπλ. Ur., τῷ ὠμοπλ. cett. || 2. ἡμιπήχιον] πῆχυν Vat. L2, πήχυν P2, sine acc. P1. ‖ 5. ὀγ- δόῳ L2, η΄ cett. ‖ 9. μοίρας om. AL2 bis. ‖ 10. Καρκίνου Ϛ΄] κριοῦ ϛ΄ AL2. | δύνει δὲ πρῶτος μὲν ἀστὴρ A (P1P2 ᾱ) L2. ‖)
268

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Κυνὸς ὁ ἐν ἄκρᾳ τῇ οὐρᾷ, ὡς ἡμιπήχιον ὑπολειπό- μενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Πηδαλίου ὁ ἐν μέσῃ τῇ νοτίᾳ πλευρᾷ, ἔσχατον δὲ τῆς τε Ἄρκτου ὁ ἡγού- μενος τῶν ἐν τοῖς ὀπισθίοις ποσίν, ὡς ἡμιπήχιον προ- ηγούμενος τοῦ μεσημβρινοῦ, καὶ τοῦ Λέοντος τῶν ἐν τῷ τραχήλῳ καὶ στήθει λαμπρῶν ὁ τρίτος ἀπʼ ἄρκτων, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνει δὲ ὁ Κριὸς ἐν ὥραις δυσί.

Τοῦ δὲ Ταύρου δύνοντος συγκαταδύνει μὲν αὐτῷ ὁ ζῳδιακὸς ἀπὸ Κριοῦ μοίρας κ΄ ἕως Ταύρου μοίρας ϛ΄ καὶ κ΄· μεσουρανεῖ δὲ ἀπὸ Καρκίνου μοίρας β΄ καὶ κ΄ μέσης ἕως Παρθένου ζ΄. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ νοτιώτατος τῶν ἐν τῇ ἀποτομῇ τεσσάρων, ἔσχατος δὲ ὁ ἐν ἄκρῳ τῷ ἀριστερῷ κέρατι.

Μεσουρανοῦσι δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ τοῦ Ὕδρου ὁ νοτιώτατος τῶν ἐν τῷ τραχήλῳ τριῶν [ἔγγιστα] τῶν ἀπʼ ἄρκτου κειμένων τοῦ λαμπροῦ, ὡς ἡμιπήχιον ὑπολειπόμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανοῦσι τῆς τε Παρθένου ὁ ἐν μέσῃ τῇ ἀριστερᾷ πτέρυγι, μικρὸν προηγούμενος τοῦ μεσημ- βρινοῦ, καὶ τοῦ Κόρακος ὁ ἐν μέσῳ τῷ σώματι μικρός.

Δύνει δὲ ὁ Ταῦρος ἐν ὥραις τρισί.

Τῶν δὲ Διδύμων δυνόντων συγκαταδύνει μὲν αὐτοῖς ὁ ζῳδιακὸς ἀπὸ Διδύμων μοίρας δ΄ ἕως Καρκίνου β΄ μέσης· μεσουρανεῖ δὲ ἀπὸ Παρθένου μοίρας ιζ΄ ἕως Χηλῶν β΄ καὶ κ΄ μέσης. καὶ πρῶτος μὲν ἀστὴρ δύνει ὁ καλούμενος Πρόπους, ἔσχατος δὲ ὁ ἐν τῇ δεξιᾷ χειρὶ τοῦ ἑπομένου Διδύμου.

[*](4. νοτίῳ AL2. | ἔσχατοι δὲ μεσουρανοῦσι L2. | τῆς τε ὁ ἄρκτου ὁ A. ‖ 7. ὁ om. A. ‖ 11. κ΄] κε΄ A, εἰκ. πέμπτης L2. |)
270

Μεσουρανεῖ δὲ τῶν ἄλλων ἀστέρων ἐν μὲν τῇ ἀρχῇ ὅ τε Προτρυγητὴρ καὶ τῆς Παρθένου ὁ δεξιὸς ὦμος, ὡς ἡμιπήχιον προηγούμενος τοῦ μεσημβρινοῦ· ἔσχατον δὲ μεσουρανεῖ τῶν Χηλῶν ὁ ἐν ἄκρᾳ τῇ βορείᾳ χηλῇ λαμπρός, ὡς δύο μέρη πήχεως ὑπολειπόμενος τοῦ μεσημβρινοῦ.

Δύνουσι δὲ οἱ Δίδυμοι ἐν ὥραις δυσὶ καὶ ἕκτῳ μέρει.