In Arati et Eudoxi phaenomena commentariorum libri iii

Hipparchus

Hipparchus, In Arati et Eudoxi phaenomena commentariorum libri iii, Manitius, Teubner, 1894

Τὴν δὲ ἕκτην ὥραν ἀφορίζει ἐπὶ τοῦ διὰ τῶν τροπικῶν σημείων κύκλου ὡς ἔγγιστα τῶν ἐν τῷ 〈σώματι τοῦ Ἀετοῦ〉 τριῶν λαμπρῶν ὁ βορειότερος, ὡς κ΄ μέρος μιᾶς ὥρας ὑπολειπόμενος τοῦ κύκλου.

Τῶν δὲ μεταξὺ τοῦ χειμερινοῦ τροπικοῦ σημείου καὶ τοῦ ἐαρινοῦ 〈ἰσημερινοῦ〉 ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον ὡριαῖον διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Αἰγόκερω κύκλου〉 ἀφορίζει τοῦ Δελφῖνος ὁ βορειό- τερος τῶν ἡγουμένων ἐν τῷ ῥόμβῳ, καὶ τοῦ Αἰγόκερω ὁ ἡγούμενος τῶν ἐν τῷ νώτῳ.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ὑδροχόου ὁ ἐν τῷ στόματι τοῦ Ἵπου λαμπρὸς ἀστήρ, καὶ τοῦ Κηφέως ὁ νοτιώτερος τῶν προηγουμένων τοῦ δεξιοῦ ὤμου.

Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ὑδροχόον ὁ μέσος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κηφέως τριῶν ἀστέρων ἐπʼ εὐθείας κειμένων, καὶ τοῦ Ἵππου τῶν ἐν τῷ τραχήλῳ δύο ἀστέρων ὁ βορειότερος, ὡς λ΄ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου.

Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τῶν Ἰχθύων τῆς Ἀνδρομέδας τῶν ἐν τῇ [*](1. πέμπτην Vat., εʹ cett. (ε P1P2L2). | περὶ μέσον τοῦ τοξότου B edd. ‖ 2. τοῦ τε τοξότου B edd. ‖ 4. ἕκτην] ϛ΄ L2B edd. ‖ 5. σημεῖον LMV. | τῶν ἐν τῷ τριῶν λαμπρῶν A sine lacuna, L2 cum lac. octo fere litt. post τῷ, τῶν γ΄ λαμ- πρῶν B (P3 cum lacuna decem fere litt. post τῶν) ed. pr.: τῶν ἐν τῷ γ΄ λαμπρῶν Ur.: ἐν τῇ κεφ τοῦ αἰγόκ explevit Scal. ‖ 10. διάστημα om. A. ‖ 12. αἰγοκέρωτος B edd. ‖ 13 τῶν ἐν])

278
δεξιᾷ χειρὶ ἀστέρων ὁ νοτιώτατος, ὡς κ΄ μέρος ὥρας ὑπολειπόμενος τοῦ διὰ τῶν πόλων κύκλου.

Τὸ δὲ πέμπτον ὡριαῖον διάστημα περὶ μέσους τοὺς Ἰχθύας ἀφορίζει τῆς Κασσιεπείας ὁ ἐν μέσῳ τῷ σώματι καὶ τρίτος ἀπὸ τῆς κεφαλῆς ἀριθμούμενος.

Τὸ δὲ ἕκτον ὡριαῖον διάστημα ἀφορίζει ἐπʼ αὐτοῦ ἔγγιστα τοῦ διὰ τῶν ἰσημερινῶν σημείων καὶ 〈διὰ〉 τῶν πόλων γραφομένου κύκλου [οὐκέτι] ὁ ἐπὶ τῆς κορυφῆς κείμενος 〈τοῦ Τριγώνου〉 τοῦ ὑπὲρ τὸν Κριὸν κειμένου, ὅ τε ἡγούμενος τῶν ἐν τῇ κεφαλῇ τοῦ Κριοῦ τριῶν λαμπρῶν, ὡς κ΄ μέρος ὥρας ὑπολειπόμενος τοῦ κύκλου.

Τῶν δὲ μεταξὺ τοῦ 〈ἐαρινοῦ〉 ἰσημερινοῦ καὶ τοῦ θερινοῦ 〈τροπικοῦ〉 σημείου ἓξ ὡριαίων διαστημάτων τὸ μὲν πρῶτον 〈ὡριαῖον〉 διάστημα 〈ἐπὶ τοῦ περὶ μέσον τὸν Κριὸν κύκλου〉 ἀφορίζει ὁ λαμπρότατος τῶν ἐν τῷ γοργονίῳ, ὃ ἔχει ὁ Περσεὺς ἐν τῇ ἀριστερᾷ χειρί.

Τὸ δὲ δεύτερον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τοῦ Ταύρου τοῦ Περσέως τῶν περὶ τὸ δεξιὸν γόνυ πέντε ἀστέρων ὁ ἑπόμενος τῶν ἐπʼ εὐθείας τριῶν.

Τὸ δὲ τρίτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσον τὸν Ταῦρον τῶν ἐν τῇ δορᾷ, ἣν ἔχει ὁ Ὠρίων ἐν τῇ ἀριστερᾷ χειρί, ὁ τέταρτος καὶ ὁ ἕβδομος, καὶ τοῦ Ταύρου ὁ ἐν μέσοις τοῖς κέρασιν ἐκφανής, ἰσό- πλευρον ἔγγιστα τρίγωνον ποιῶν μετὰ τῶν ἐν ἄκροις τοῖς κέρασι λαμπρῶν.

[*](5. καὶ om. L2. ‖ 6. Τὸ δὲ ἕκτον ὡρ διάστ.] τὴν δὲ ἕκτην ὥραν AL2 (ϛ΄). | ἐπʼ αὐτοῦ*] ἀπʼ αὐτοῦ AL2 Ur., ἀπὸ τοῦ B ed. pr. ‖ 8. κύκλου om. A. | οὐκέτι ὁ ἐπὶ L2, ὁ ἐπὶ om. cett. (οὐκ ἔτι B edd.) | pro οὐκ ἔτι coni. ὁ ἐπὶ Scal. et Pet. ‖ 9. κει- μένης B ed. pr. ‖ 10 ὅ τε corr. Scal. et Pet., ὁ δὲ vulg. || 11. ὡς] ὃς B edd. | ὑπολειπόμενος τοῦ κύκλου L2, ὑπολείπεται)
280

Τὸ δὲ τέταρτον ὡριαῖον διάστημα ἀφορίζει περὶ τὴν ἀρχὴν τῶν Διδύμων τοῦ Ταύρου τῶν ἐπʼ εὐθείας ἄκρῳ τῷ δεξιῷ κέρατι πρὸς ἀνατολὰς κειμένων δύο μικρῶν καὶ ἐκφανῶν ὄντων ἀστερίσκων ὁ ἑπόμενος αὐτῶν· εἰσὶ δὲ οὗτοι καὶ ἐν τῷ κολλορόβῳ τοῦ Ὠρίωνος ἐπὶ τοῦ βορείου πέρατος. ἔγγιστα δὲ τὴν τετάρτην ἀφορίζει καὶ τοῦ Λαγωοῦ ὁ νοτιώτερος τῶν ἐν μέσῳ τῷ σώματι δύο λαμπρῶν.

Τὸ δὲ πέμπτον ὡριαῖον διάστημα ἀφορίζει περὶ μέσους τοὺς Διδύμους τῶν τε Διδύμων ὁ μέσος τῶν ἐν τοῖς γόνασι τριῶν λαμπρῶν, ὡς λ΄ μέρος ὥρας προηγούμενος τοῦ διὰ τῶν πόλων κύκλου, καὶ τοῦ Κυνὸς ὁ ἐν τοῖς ὀπισθίοις ποσὶ λαμπρός.

[*](3. ἄκρων AL2. | τῶν ἐν τῷ δ. L2. ‖ 5. κολορόβῳ AL2, κολλοβόρῳ edd. ‖ 6. βορειοτέρου B edd. ‖ 9. πέμπτον*] ἓν A, ε L2, ε΄ B edd ‖ 10. τε L2, δὲ A, om. B edd. ‖ ln fine praebet Vat.: ἱππάρχου τῶν ἀράτου καὶ εὐδόξου φαινομένων ἐξηγήσεως; — ᾱ βγ: —: ΤΕΛΟΣ P1P2; nihil L2B ed. pr.; Hactenus Hipparchus Ur.)