Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Ἐκ τῶν συλλαβῶν εἰσιν οἱ πόδες· ὧν δισύλλαβοι μὲν τέσσαρες·

δίχρονος εἷς, ἐκ δύο βραχειῶν, [ὁ] πυρρίχιος. τρίχρονοι δὲ δύο· ἐκ μακρᾶς καὶ βραχείας, τροχαῖος· ἐκ βραχείας καὶ μακρᾶς, ἴαμβος.
τετράχρονος δὲ εἷς, ἐκ δύο μακρῶν, σπονδεῖος.

(2)Τρισύλλαβοι δὲ οἱ τούτων διπλασίονες ὀκτώ·

τρίχρονος εἷς, ἐκ τριῶν βραχειῶν, τρίβραχυς καὶ χορεῖος. τετράχρονοι δὲ τρεῖς· ἐκ μακρᾶς καὶ δύο βραχειῶν, δάκτυλος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας, ἀμφίβραχυς· ἐκ δύο βραχειῶν καὶ μακρᾶς, ἀνάπαιστος. πεντάχρονοι δὲ οἱ ἴσοι τούτοις τρεῖς· ἐκ βραχείας καὶ δύο μακρῶν, βακχεῖος· ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἀμφίμακρος ἢ κρητικός· ἐκ δύο μακρῶν καὶ βραχείας, παλιμβάκχειος. ἑξάχρονος δὲ εἷς, ἐκ τριῶν μακρῶν, μολοττός.

(3)Τετρασύλλαβοι δὲ οἱ τούτων διπλασίονες ις′, ὧν τετράχρονος εἷς, ἐκ τεσσάρων βραχειῶν, προκελευματικός·

πεντάχρονοι δὲ τέσσαρες· ἐκ μακρᾶς καὶ τριῶν βραχειῶν, παιὼν πρῶτος· ἐκ βραχείας καὶ μακρᾶς καὶ δύο βραχειῶν, παιὼν δεύτερος· ἐκ δύο βραχειῶν καὶ μακρᾶς καὶ βραχείας, παιὼν τρίτος. ἐκ τριῶν βραχειῶν καὶ μακρᾶς, παιὼν τέταρτος.
ἑξάχρονοι δὲ ἕξ·
ἐκ δύο βραχειῶν καὶ δύο μακρῶν, Ἰωνικὸς ἀπ’ ἐλάττονος·
ἐκ βραχείας καὶ δύο μακρῶν καὶ βραχείας, ἀντίσπαστος· ἐκ δύο μακρῶν καὶ δύο βραχειῶν, Ἰωνικὸς ἀπὸ μείζονος· ἐκ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς καὶ βραχείας, τροχαϊκὴ ταυτοποδία ἢ διτρόχαιος· ἐκ βραχείας καὶ μακρᾶς καὶ βραχείας καὶ μακρᾶς, ἰαμβικὴ ταυτοποδία ἢ διΐαμβος· ἐκ μακρᾶς καὶ δύο βραχειῶν καὶ μακρᾶς, χορίαμβος.
ἑπτάχρονοι δὲ τέσσαρες·
ἐκ βραχείας καὶ τριῶν μακρῶν, πρῶτος ἐπίτριτος· ἐκ μακρᾶς καὶ βραχείας καὶ δύο μακρῶν, δεύτερος ἐπίτριτος ἢ καὶ τροχαϊκὴ ἑπτάσημος, ὁ καὶ Καρικός· ἐκ δύο μακρῶν καὶ βραχείας καὶ μακρᾶς, τρίτος ἐπίτριτος ἢ ἰαμβικὴ ἑπτάσημος, ὁ καὶ Ῥόδιος· ἐκ τριῶν μακρῶν καὶ βραχείας, τέταρτος ἐπίτριτος ἢ ἀντισπαστικὴ ἑπτάσημος, ὁ καὶ μονογενής. ὀκτάχρονος δὲ 〈εἷς〉, ἐκ τεσσάρων μακρῶν, σπονδειακὴ ταυτοποδία ἢ δισπόνδειος.