Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(3) ἢ δύο βραχεῖαι εἰς μίαν βραχεῖαν, ὅπερ ἐν τοῖς ἄλλοις εὑρίσκεται μέτροις, ὡς παρὰ Σωτάδῃ ἐν τῇ Ἰλιάδι
σείων μελίην Πηλιάδα δεξιὸν κατ’ ὦμον,ἐν δὲ τοῖς ἔπεσι σπανίως· ὥστε Κριτίας ἐν τῇ εἰς Ἀλκιβιάδην ἐλεγείᾳ οὐκ ᾤετο ἐγχωρεῖν τοῦ Ἀλκιβιάδου τὸ ὄνομα· φησὶ γὰρ (3)
καὶ νῦν Κλεινίου υἱὸν Ἀθηναῖον στεφανώσω Ἀλκιβιάδην νέοισιν ὑμνήσας τρόποις· οὐ γάρ πως ἦν τοὔνομ’ ἐφαρμόζειν ἐλεγείῳ· νῦν δ’ ἐν ἰαμβείῳ κείσεται οὐκ ἀμέτρως.Ἔστι μέντοι καὶ ἐν ἔπει, ὡς παρὰ Κορίννῃ ἐν τῷ πέμπτῳ (9)
ἢ διανεκῶς εὕδης; οὐ μὰν πάρος ἦσθα Κόριννα,καὶ παρὰ Πραξίλλῃ ἐν διθυράμβοις ἐν ᾠδῇ ἐπιγραφομένῃ Ἀχιλεὺς (1) ἀλλὰ τεὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον.
(4) Τὰ μὲν γὰρ τοιαῦτα
ὦκα ἑκατόγχειρον καλέσασ’ (Α 402)καὶ
θῖνα ἐφ’ ἁλὸς πολιῆς (Α 350. Ν 682. Ξ 31.)οὐ μᾶλλον συνεκφώνησιν ἔχει ἢ συναλοιφήν.
(5) Ἔστι δὲ ὅπου καὶ βραχεῖα καὶ κοινὴ ἀντὶ βραχείας παραλαμβάνονται ὡς ἐν τῷ
δενδρέῳ ἐφεζόμενοι ὄπα λειριόεσσαν ἱεῖσι (Γ 152)καὶ
χρυσέῳ ἀνὰ σκήπτρῳ(Α 15. 374).