Enchridion de Metris

Hephaestion

Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.

(1) Ἀκατάληκτα καλεῖται μέτρα, ὅσα τὸν τελευταῖον πόδα ὁλόκληρον ἔχει, οἷον [ὡς] ἐπὶ δακτυλικοῦ (Alcm.45)

Μῶσ’ ἄγε Καλλιόπα θύγατερ Διός,

(2) καταληκτικὰ δέ, ὅσα μεμειωμένον ἔχει τὸν τελευταῖον πόδα, οἷον ἐπὶ ἰαμβικοῦ (Sapph. 103)

χαίροισα νύμφα, χαιρέτω δ’ ὁ γαμβρός·
ἐνταῦθα γὰρ ἡ ̅β̅ρ̅ο̅ς̅ τελευταία συλλαβὴ ἀντὶ ὅλου ποδὸς ἰαμβικοῦ κεῖται. Ἐὰν δὲ τρισύλλαβος ᾗ ὁ ποὺς ὁ τὸ μέτρον συνιστάς, δύναται καὶ παρὰ δύο συλλαβὰς εἶναι τὸ καταληκτικόν, οἷον ἐπὶ δακτυλικοῦ (Archil. 104)
ἐν δὲ Βατουσιάδης·
ἐνταῦθα γὰρ ἡ ̅δ̅η̅ς̅ συλλαβὴ ἐν δὲ Βατουσιάδης· ἐνταῦθα γὰρ ἡ ̅δ̅η̅ς̅ συλλαβὴ ἀντὶ τρισυλλάβου κεῖται [δακτυλικοῦ]. Ἐπὶ δὲ τῶν τοιούτων τὸ μὲν παρὰ συλλαβὴν καλεῖται καταληκτικὸν εἰς δισύλλαβον, τὸ δὲ παρὰ δύο συλλαβὰς καταληκτικὸν εἰς συλλαβήν.

(3) Βραχυκατάληκτα δὲ καλεῖται, ὅσα ἀπὸ διποδίας ἐπὶ τέλους ὅλῳ ποδὶ μεμείωται, οἷον ἐπὶ ἰαμβικοῦ (fr. lyr. adesp. 45)

ἄγ’ αὖτ’ ἐς οἶκον τὸν Κλεησίππω·
ἐνταῦθα γὰρ ὁ ͞σ͞ι͞π͞π͞ω ποὺς ἀντὶ ὅλης ἰαμβικῆς κεῖται διποδίας.