Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(10) Τρίτος δέ ἐστι τρόπος, ὅταν βραχεῖα συλλαβὴ τελικὴ λέξεως ᾖ, μὴ ἐπιφερομένων τῶν τῆς μακρᾶς ποιητικῶν συμφώνων, ἀλλ’ ἤτοι ἑνὸς ἢ μηδενός, ὡς ἐν τῷ
οἱ δὲ μέγα ἰάχοντες ἐπέδραμον (Ξ 421),ἢ
αὐτὰρ ἐπεὶ Δαναῶν γένετο ἰαχή τε(M 143 sq. = Ο 395 sq.),
Νέστορα δ’ οὐκ ἔλαθεν ἰαχὴ πίνοντά περ ἔμπης (Ξ 1),
ἀλλὰ τά γ’ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται (ι 109),
καὶ μέν οἱ Λύκιοι τέμενος τάμον (Ζ 194).ἐνταῦθα καὶ εἰς μέρος λόγου ἡ κοινὴ ἔληξεν καὶ τοῦ ποδὸς τελευταία ἐστίν· αἱ γὰρ ἄλλαι κοιναὶ ἃς εἶπον ἀρκτικαὶ ποδὸς ἦσαν, αὕτη δὲ καὶ τοῦ ποδὸς ληκτική [κ͞αι͞ μ͞ε͞ν]
(1) Συνεκφώνησίς ἐστιν, ὁπόταν δύο συλλαβαὶ σύμφωνον μὴ ἔχουσαι μεταξὺ ἀλλήλων ἀντὶ μιᾶς παραληφθῶσι.
(2) Τρόποι δέ εἰσι τῆς συνεκφωνήσεως οἵδε· ἢ γὰρ δύο μακραὶ εἰς μίαν μακρὰν παραλαμβάνονται οἷον
ἢ οὐχ ἅλις ὅττι γυναῖκας ἀνάλκιδας (Ε 349)καὶ
βουκόλ’ ἐπεὶ οὔτε κακῷ (υ 227)·ἢ βραχεία καὶ μακρὰ εἰς μίαν μακρὰν
πλέων ἐπὶ οἴνοπα πόντον (α 183)ἢ δύο βραχεῖαι εἰς μίαν μακρὰν (ι 283)
νέα μέν μοι κατέαξε Ποσειδάων [ἐνὶ πόντῳ]·〈ἡ μακρὰ καὶ βραχεῖα εἰς μίαν μακρὰν (Β 544)
θώρηκας ῥήξειν δηίων ἀμφὶ στήθεσσιν·〉