Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(7) Δεύτερος δέ ἐστι τρόπος, ὅταν βραχεῖ ἢ βρα νομένῳ φωνήεντι ἐπιφέρηται ἐν τῇ ἑξῆς συλλαβῇ σύμφωνα δύο, ὧν τὸ μὲν πρῶτον ἄφωνόν ἐστι, τὸ δὲ δεύτερον ὑγρόν, οἷον ὅ‐πλον, ἄ‐κρον,
Πάτροκλέ μοι δειλῇ (Τ 287).ὅταν δὲ τὸ προηγούμενον ἡμίφωνον ᾖ, οὐκέτι κοινή ἐστιν ἡ προκειμένη, ἀλλὰ τελείως μακρά. ― Προτάσσεται δὲ ἡμίφωνον ὑγροῦ τὸ μὲν ͞͞μ τοῦ ͞ν οἷον ἀμνός, τὸ δὲ ͞σ τοῦ ͞μ οἷον ἑσμὸς, καὶ τὸ ͞σ ὅ τοῦ ͞λ κατὰ πάθος ὡς ἐν τῷ μάσλης καὶ σπανίως τοῦ ͞ν ὡς ἐν τῷ Πάσνης καὶ Μάσνης, ἃ δὴ ὀνόματα παρὰ Ξάνθῳ εἰσὶν ἐν τοῖς Λυδιακοῖς. ―
(8) Ἤδη μέντοι ἡ διὰ τοῦ μ͞ν σύνταξις ἐποίησέ που καὶ βραχεῖαν, ὡς παρὰ Κρατίνῳ ἐν Πανόπταις (154)
ἀλλοτριογνώμοις ἐπιλήσμοσι μνημονικοῖσικαὶ παρ’ Ἐπιχάρμῳ ἐν Μεγαρίδι (91)
εὔυμνος καὶ μουσικὰν ἔχουσα πᾶσαν φιλόλυρος†ἠχὴ καὶ παρὰ Καλλιμάχῳ (27)
τὼς μὲν ὁ Μνησάρχειος ἔφη ξένος.Ἐὰν μέντοι ἐν τῇ προτέρα συλλαβῇ τελικὸν ᾖ τὸ ἄφωνον, τῆς δὲ δευτέρας ἀρκτικὸν τὸ ὑγρόν, οὐκέτι γίνεται κοινὴ συλλαβή, ἀλλὰ ἄντικρυς μακρά, ὡς παρὰ Ἀλκαίῳ (95)
ἔκ μ’ ἐλάσας ἀλγέων. [ἐκ ῥ’ ἀσαμίνθου βάντες]
(9) φησὶ δὲ ὁ Ἡλιόδωρος τὸ ͞μ ἐπιφερόμενον ἀφώνῳ ἧττον τῶν ἄλλων ὑγρῶν κοινὰς ποιεῖν ἐν τοῖς ἔπεσι 〈τὰς〉 συλλαβάς· διὰ τοῦτο καὶ Κρατῖνος ἐν τοῖς Χείρωσι πεποίηκε (235)
σκῆψιν μὲν Χείρωνες ἐλήλυμεν ὡς ὑποθήκαςἀντὶ τοῦ ἐλήλυθμεν’· ὅπερ ἐξηλέγξαμεν ψεῦδος ὄν. πρὸς γὰρ τῷ μυρίαν εἶναι τὴν χρῆσιν παρὰ τοῖς ἄλλοις ἐδείξαμεν ἔτι καὶ παρ’ αὐτῷ τῷ Κρατίνῳ πολλάκις οὖσαν, ὡς ἐν Κλεοβουλίναις (87)
ἔστιν ἄκμων καὶ σφῦρα νεανίᾳ εὔτριχι πώλῳκαὶ ἐν Πανόπταις (153)
κρανία δισσὰ φορεῖν, ὀφθαλμοὶ δ’ οὐκ ἀριθματοίκαὶ ἐν Ὥραις (260)
οὐδὲ πρὸς εἶδος ἄρ’ ἦν οὐδὲν προσιδόντι τεκμαρτόν·ἄλλως τε καὶ τὸ ἐλήλυμεν ἐδείξαμεν καὶ ἐν ἄλλοις μέτροις συνήθως αὐτοῖς λεγόμενον, ὡς παρὰ Ἀχαιῷ ἐν Κύκνῳ (24)
Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν,παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως Κύκνου δὲ πρῶτα πρὸς δόμους ἐλήλυμεν, παρ’ ᾧ καὶ τὸ δεύτερόν ἐστιν ἀκολούθως πρόσωπον (43)
τοιοῦδε φωτὸς πρὸς δόμους ἐλήλυτε.