Enchridion de Metris
Hephaestion
Hephaestion. Hephaestionis Enchiridion. Consbruch, Maximilian, editor. Leipzig: Teubner, 1906.
(4) Κοινὴ γίνεται συλλαβὴ κατὰ τρόπους τρεῖς· ἤτοι ὅταν μακρῷ φωνήεντι ἢ μηκυνομένῳ ἢ διφθόγγῳ ἐπιφέρηται φωνῆεν οἷον
Ἄνδρα μοι ἔννεπε μοῦσα (α 1),
πλάγχθη ἐπεὶ Τροίης ἱερὸν πτολίεθρον (α 2),
τοῦ κέρα ἐκ κεφαλῆς ἑκκαιδεκάδωρα (Δ 109).ῥᾷον μὲν οὖν γίνεται ἡ τοιαύτη κοινή, εἴγε ἡ συλλαβὴ εἰς μέρος λόγου ᾖ πεπερατωμένη ὡς ἐν τοῖς προκειμένοις παραδείγμασι, σπανιώτερον δὲ ἐπὶ μέσης λέξεως· οὐ μὴν ἀλλ’ ὅμως εὑρίσκεται καὶ μάλιστα ἐν τοῖς ἄλλοις μέτροις· ἐν μὲν ἰαμβικῷ Αἰσχύλος ἐν Νιόβῃ (155)
Ἴστρος τοιαύτας παρθένους [λοχεύεται].ἐν δὲ ἰωνικῷ τῷ ἀπὸ μείζονος Σωτάδου ἐξ Ἀδώνιδος τόδε
τίνα τῶν παλαιῶν ἱστοριῶν θέλετ’ ἐσακοῦσαι·ἐν δὲ ἀντισπαστικῷ Ἀνακρέοντος (1)
ἥ κου νῦν ἐπὶ Ληθαίου·
(5) ἐν δὲ τοῖς ἔπεσι σπανιώτερον, οὕτως ὥστε τὸ τοῦ
Ἀρχελάου ὄνομα Σοφοκλῆς ἐν ταῖς ἐλεγείαις οὐκ ᾤετο ἐγχωρεῖν οὔτε εἰς ἔπος οὔτε εἰς ἐλεγεῖον· φησὶ γοῦν (1)Ἀρχέλεως· ἦν γὰρ σύμμετρον ὧδε λέγειν·καὶ Παρθένιος δὲ ἐπικήδειον εἰς Ἀρχελαΐδα γράφων ἐλεγειακὸν τὸν τελευταῖον μόνον στίχον ἀντὶ ἐλεγείου ἰαμβικὸν ἐποίησεν, ἐν ᾧ τὸ ὄνομα ἐρεῖν ἔμελλεν (2)
ἀμυσχρὸν οὔνομ’ ἔσσετ’ Ἀρχελαΐδος.διὰ τοῦτο καὶ παρ’ Ὁμήρῳ συστέλλομεν τὴν
Πηνελέοιο ἄνακτος (Ξ 489). Ῥίνθων μὲν γὰρ καὶ ἐν ἰάμβῳ ἐπισημασίας ἠξίωσε τὸ τοιοῦτον· ἐν γὰρ Ὀρέστῃ δράματί φησιν (10)
ὅ σε Διόνυσος αὐτὸς ἐξώλη θείηεἶτα
Ἱππώνακτος τὸ μέτρον· οὐδέν μοι μέλει.
(6) ὅμως μέντοι καὶ ἐν ἔπεσιν εὑρίσκεται, ὡς παρὰ Θεοκρίτῳ (11, 18).
ὑψηλᾶς ἐς πόντον ὁρῶν ἄειδε τοιαῦτα,καὶ παρ’ Ὁμήρῳ (Ν 275)
οἶδ’ ἀρετὴν οἷός ἐσσι· τί σε χρὴ ταῦτα λέγεσθαι;καὶ παρ’ Ἀνακρέοντι ἐν ἐλεγείαις (95)
οὐδέ τί τοι πρὸς θυμόν, ὅμως γε μὲν ὡς ἀδοιάστως·ἐπὶ μὲν γὰρ τῶν τοιούτων (Π 235)
σοὶ ναίουσ’ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναικαὶ (κ 243)
ἔδμεναι, οἷα σύες χαμαιευνάδες αἰὲν ἔδουσινἴσως διὰ τὸ φαντασίαν τινὰ παρέχειν τοῦ ἀπηρτίσθαι τὴν λέξιν ἐν τῷ χαμαι, ὡς μία ἡ χαμαὶ ἀκούεται. ― Τῇ μέντοι γε υι διφθόγγῳ ἐὰν παρακολουθήσῃ τὸ τοιοῦτον, τελείως τραχὺς ὁ στίχος γίνεται οἷον
Ἕκτορ υἱὲ Πριάμοιο (Η 47, Λ 200, Ο 244).