Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

καὶ μετὰ μικρὸν διδόασιν ἰσχὺν καὶ θάρσος καὶ ἐπαγγέλλονται αὐτοὺς καταστήσειν πρὸς τὴν ἀληθινὴν Παιδείαν καὶ δεικνύουσιν αὐτοῖς τὴν ὁδόν, ὡς ἔστι καλή τε καὶ ὁμαλὴ καὶ εὐπόρευτος καὶ καθαρὰ παντὸς κακοῦ, ὥσπερ ὁρᾷς. Ἐμφαίνει νὴ Δία.

Ὁρᾷς οὖν, ἔφη, καὶ ἔμπροσθεν τοῦ ἄλσους ἐκείνου τόπον τινά, ὃς δοκεῖ καλός τε εἶναι καὶ λειμωνοειδὴς καὶ φωτὶ πολλῷ καταλαμπόμενος;

Καὶ μάλα.

Κατανοεῖς οὖν ἐν μέσῳ τῷ λειμῶνι περίβολον ἕτερον καὶ πύλην ἑτέραν;

Ἔστιν οὕτως. ἀλλὰ τίς καλεῖται ὁ τόπος οὗτος;

Εὐδαιμόνων οἰκητήριον, ἔφη· ὧδε γὰρ διατρίβουσιν αἱ Ἀρεταὶ πᾶσαι καὶ ἡ Εὐδαιμονία.

Εἶεν, ἔφην ἐγώ, ὡς καλὸν λέγεις τὸν τόπον εἶναι.