Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Ὁρᾷς οὖν καὶ γυναῖκας δύο ἑστηκυίας ἐπὶ τῆς πέτρας λιπαρὰς καὶ εὐεκτούσας τῷ σώματι, ὡς ἐκτετάκασι τὰς χεῖρας προθύμως;

Ὁρῶ, ἀλλὰ τίνες καλοῦνται, ἔφην, αὗται;

Ἡ μὲν Ἐγκράτεια καλεῖται, ἔφη, ἡ δὲ Καρτερία εἰσὶ δὲ ἀδελφαί.

Τί οὖν τὰς χεῖρας ἐκτετάκασι προθύμως οὕτως;

Παρακαλοῦσιν, ἔφη, τοὺς παραγινομένους ἐπὶ τὸν τόπον θαρρεῖν καὶ μὴ ἀποδειλιᾶν λέγουσαι ὅτι βραχὺ ἔτι δεῖ καρτερῆσαι αὐτοὺς, εἶτα ἥξουσιν εἰς ὁδὸν καλήν.

Ὅταν οὖν παραγένωνται ἐπὶ τὴν πέτραν, πῶς ἀναβαίνουσιν; ὁρῶ γὰρ ὁδὸν φέρουσαν οὐδεμίαν ἐπʼ αὐτάς.

Αὗται ἀπὸ τοῦ κρημνοῦ προσκαταβαίνουσι καὶ ἕλκουσιν αὐτοὺς ἄνω πρὸς αὑτάς, εἶτα κελεύουσιν

αὐτοὺς διαναπαύσασθαι.