Cebetis tabula

Cebes

Cebes. Cebetis tabula. Praechter, Karl, editor. Leipzig:Teubner, 1893.

Οὐκοῦν παρὰ τὴν πύλην ὁρᾷς, ἔφη, ὅτι γυνή τις ἐστὶ καλὴ καὶ καθεστηκυῖα τὸ πρόσωπον, μέσῃ δὲ καὶ κεκριμένῃ ἤδη τῇ ἡλικίᾳ, στολὴν δʼ ἔχουσα ἁπλῆν τε καὶ ἀκαλλώπιστον; ἕστηκε δὲ οὐκ ἐπὶ στρογγύλου λίθου, ἀλλʼ ἐπὶ τετραγώνου ἀσφαλῶς κειμένου.

καὶ μετὰ ταύτης ἄλλαι δύο εἰσὶ θυγατέρες τινὲς δοκοῦσαι εἶναι.

Ἐμφαίνει οὕτως ἔχειν.

Τούτων τοίνυν ἡ μὲν ἐν τῷ μέσῳ Παιδεία ἐστίν, ἡ δὲ Ἀλήθεια, ἡ δὲ Πειθώ.

Τί δὲ ἕστηκεν ἐπὶ λίθου τετραγώνου αὕτη;

Σημεῖον, ἔφη, ὅτι ἀσφαλής τε καὶ βεβαία ἡ πρὸς αὐτὴν ὁδός ἐστι τοῖς ἀφικνουμένοις καὶ τῶν διδομένων ἀσφαλὴς ἡ δόσις τοῖς λαμβάνουσι.

Καὶ τίνα ἐστίν, ἃ δίδωσιν αὕτη;

Θάρσος καὶ ἀφοβία, ἔφη ἐκεῖνος.

Ταῦτα δὲ τίνα ἐστίν;

Ἐπιστήμη, ἔφη, τοῦ μηδὲν ἄν ποτε δεινὸν παθεῖν ἐν τῷ βίῳ.