Testimonia et Fragmenta

Antipater Tarsensis

Antipater Tarsensis. Stoicorum veterum fragmenta, Vol. 1. von Arnim, Hans Friedrich August, editor. Stuttgart: Teubner, 1903. (1964 printing.)

Diog. Laërt. VII 157. Ζήνων δὲ ὁ Κιτιεὺς καὶ Ἀντίπατρος ἐν τοῖς περὶ ψυχῆς - - πνεῦμα ἔνθερμον εἶναι τὴν ψυχήν· τούτῳ γὰρ ἡμᾶς εἶναι ἐμπνόους καὶ ὑπὸ τούτου κινεῖσθαι.

Scholia in Hom. Iliad. Λ 115. ἁπαλόν τέ σφ’ ἦτορ ἀπηύρα: οὕτως Ἀριστοτέλης καὶ Ἀντίπατρος ὁ ἰατρὸς συναύξεσθαί φασι τῷ σώματι τὴν ψυχὴν καὶ συμμειοῦσθαι πάλιν. τοῦτο ἐκίνησε τοὺς Στωϊκοὺς καὶ Ἀντίπατρον ἐν τῷ περὶ ψυχῆς δευτέρῳ λέγειν ὅτι συναύξεται τῷ σώματι ἡ ψυχὴ καὶ πάλιν συμμειοῦται.

Fragmenta moralia.

Diog. Laërt. VII 84. τὸ δὲ ἠθικὸν μέρος τῆς φιλοσοφίας διαιροῦσιν (ipsam partitionem vide Chrys. fr. eth. 1) καὶ οὕτω δ’ ὑποδιαιροῦσιν οἱ περὶ Χρύσιππον - - καὶ Ἀντίπατρον etc.

Stobaeus ecl. II 83, 10. πάντα δὲ τὰ κατὰ φύσιν ἀξίαν ἔχειν καὶ πάντα τὰ παρὰ φύσιν ἀπαξίαν. τὴν δὲ ἀξίαν λέγεσθαι τριχῶς, τήν τε δόσιν καὶ τιμὴν καθ’ αὑτὸ καὶ τὴν ἀμοιβὴν τοῦ δοκιμαστοῦ· καὶ τὴν τρίτην, ἣν ὁ Ἀντίπατρος ἐκλεκτικὴν προσαγορεύει, καθ’ ἣν διδόντων τῶν πραγμάτων τάδε τινὰ μᾶλλον ἀντὶ τῶνδε αἱρούμεθα, οἷον ὑγίειαν ἀντὶ νόσου καὶ ζωὴν ἀντὶ θανάτου καὶ πλοῦτον ἀντὶ πενίας. κατὰ τὸ ἀνάλογον δὲ καὶ τὴν ἀπαξίαν τριχῶς φασι λέγεσθαι,

ἀντιτιθεμένων τῶν σημαινομένων τοῖς ἐπὶ τῆς πρώτης ἀξίας εἰρημένοις.