Quaestiones
Alexander of Aphrodisias
Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.
θσα γὰρ τῶν μεμιγμένων ὕ δατος πλέον ἢ γῆς ἔχει, παχύνεται μὲν ὑ πὸ πυρός, πήγνυται δέ, ὅσα γῆς πλέον, δι’ ὧν ἔδειξεν, ὅτι καὶ τὸ νίτρον καὶ οῖ ἄλες γῆς εἰσι μᾶλλον (πηκτὰ γάρ ἐστι τῷ θερμῷ, ὧν καὶ λίθος καὶ κέραμος). ἑξῆς περὶ ἐλαίου ήπόρησεν (οὔτε γὰρ πήγνυται ὑπὸ ψυχροῦ, ὃ ἔπασχε τὰ ἐξ ὕδατος ὄντα, οὕθ’ὑπὸ θερμοῦ πήγνυται, ὃ πάσχει τὰ τὸ πλεῖον ἔχοντα γῆς, τὸ δὲ πήγνυται μὲν ὑπ’ οὐδετέρου, παχύνεται δὲ ὑπ’ ἀμφοῖν), αἰτίαν ἀπέδωκε τὸ εἶναι πλῆρες ἀέρος, οὗ σημεῖον παρέθετο τὸ ἐποχεῖσθαι τῷ ὕδατι, ὃ ποιεῖ ὁ ἀὴρ καὶ ὅσα ἔχει πολὺν ἀέρα ἐν αὐτοῖς, ὡς τὰ ξύλα. ἐφ’ οἷς πῶς μὲν ὑπὸ τοῦ ψυχροῦ παχύνεται τὸ ἔλαιον εἶπεν, πῶς δὲ ὑπὸ τοῦ θερμοῦ. τὸ μὲν γὰρ ψυ χρὸν πα χύνει αὐτὸ μεταβάλλον τὸν ἐν αὐτῷ ἀέρα εἰς ὕδωρ τῇ ψύξει (ἡ γὰρ τοῦ ὕδατος ψῦξις τῷ ἐλαίῳ παχύτερον αὐτὸ ποιεῖ), ὑ πὸ δὲ πυρὸς καὶ χρόνου πα χύνεται καὶ λευκαίνεται, λεθκαίνεται μὲν ὲξατμέζοντος τὸ ύπολειπόμὲνον ὑδατῶδες ἐν αὐτῷ, πα χύνεται δὲ διὰ τὸ μεταβάλλειν τὸν ἀέρα τὸν ἐν ἑαυτῷ εἰς ὕδωρ ὑπὸ τοῦ θερμοῦ μαραινόμενον. μαραίνεται γὰρ ὑπὸ τοῦ πλείονος θερμοῦ τὸ ἔλαττον. μεθ’ ἃ καθόλου ἔλαβεν ὡς δεδειγμένον τὸ ὅ κα μὲν τῶν μικτῶν μὴ πα χύνεται ὑ πὸ ψυχροῦ, ἀλλὰ πή γνυται, μᾶλλον ταῦτα ὕ δατος εἶναι, (τοιαῦτα οἶνος ὄξος κονία οὖ ρον ὀρρος), ὅσα δὲ παχύνεται ὑ πὸ τοῦ πυρὸς μὴ ἐξατμιζομένου τοῦ ἐν αὐτοῖς ὑγροῦ, τὰ μὲν γῆς τὰ δὲ κοινὰ ὕ δατος καὶ ἀέρος, μέλι μὲν γῆς, κοινὰ δὲ ἔλαιον μέλι γάλα οἶμα. λέγει δὲ κοινὰ εἶναι ὕ δοτός τε καὶ γῆς, ὥσπερ ἦν τὸ μέλι, οὕτω δὲ καὶ τὸ γάλα, τὸ οἶμα. τοῦ δὲ τὸ γάλα ἐξ ἀμφοῖν ἄν πλεῖον γῆς ἔχειν παρέθετο δεικτικὸν [*](1 ὑπὸ] fortasse ἐπὶ 6 ἀλλατήκεται V ὅσα add. Vict. e; Arist. 383 b9 7 κέραμος Vict. cf. Arist. 383 b11: κέρας libri 8 τῆς γῆς Arist. 9 γίνονται delevi δὲ Sp.: τε libri λυτὰ Vict. cf. l. c. 383 b 13: αὐτὰ libri 10 οὐσίᾳ Vict.: οἰκείᾳ libri 11 οὺῖ ἐν] οὐδὲν a Sp. 14. 15 παχύνεται μὲν ὑπὸ πυρὸς addidi ex, Arist. 383b18: παχύνεται τῶ θερμῷ add. Vict. 15 ἔδειξεν] 114,14—115,22═arist. Meteor. IV, 7. 383b—384b 23 17 ἐξ ἧς a fortasse ἀπορήσας 19 τὸ (pr) Sp.: τε libri 20 οὖ αἰτίαν Vict. 21 ἅ Sp.: ὃν libri 22 εἶπεν Schartt: εἰς τὸ ἓν (ἐν V) libri 26 λευκαίνεται add. Sp. ex; Arist. 30 μᾶλλον Sp. ex Arist.: μάλα libri 31 ἀρρος Sp.: ὄρρος Vict.: ὀρός VB: ὄρος FSa 33 μέλι γάλα οἶμα del. Sp. 34 οὕτω Sp.: τούτ libri 35 καὶ τὸ οἶμα Vict.)
εἴπει τινὰ ὡς προέγραψεν τῇ ἐπιδρομῇ τῶν εἰρημένων ἐν τῇ τετάρτῃ τῶν ετεωρολογικῶν Ἀριστοτέλους.