Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰπών δὲ τίνα τ’ ἐστὶ τὰ ξηραινόμενα καὶ ὑπὸ τίνων καὶ διὰ τίνος, ὅτι γὰρ διὰ τοῦ θερμοῦ ἢ τοῦ ἐντὸς ἢ τοῦ ἐκτός, μετῆλθεν ἐπὶ τὸ περὶ τῶν ὑγραινομένων λέγειν, ἃ τοῖς ξηραινομένοις ἐναντίον πάσχει πάθος, καὶ λαβῶν τοῦ ὑγραίνεσθαι διαφορὰς εἶναι (ὑγραίνεται γὰρ τὰ ὑγραινόμενα τὰ μὲν κατὰ σύστασιν, ὑγραίνεσθαι τὸν ἀέρα, τουτέστιν εἰς ὕδωρ μεταβάλλειν, ὃ ἦν παθητικὸν ὑγρόν· ψυχόμενον γὰρ τὸ πνεῦμα καὶ συνιστάμενόν τε καὶ παχυνόμενον καὶ γινόμενον τὴν εἰς ὕδωρ ποιεῖται μεταβολήν, ---), περὶ τήξεως καὶ τῆς τοιαύτης εἰς ὕδωρ μεταβολῆς εἶπεν ἅμα δῆλον ἔσεσθαι καὶ περὶ πήξεως, ἐπεὶ δοκεῖ τὰ πεπηγότα τηκόμενα. οἷς προσέθηκε, τίνα ἐστὶν τὰ πηγνύμενα. πάντα γὰρ τὰ πηγνύμενα ἢ ὕδωρ ἢ ὕ δατος εἴδη ὄντα πήγνυται ἢ γῆς καὶ ὕδατος μόνων, οἷς προσέθηκεν τὸ ὑπὸ τίνων πήγνυται. ἢ γὰρ ὑπὸ θερμοῦ, ἢ ὑπὸ ψυχροῦ, ἢ ὑπὸ ὑγροῦ. διὸ καὶ ὑπὸ τῶν ἐναντίων λύεται. τὰ μὲν γὰρ ὑ πὸ ξ ηροῦ θερμοῦ παγέντα, ὅ ἐστι πῦρ, ὑ πὸ ὕ δατος λύεται, ὅ ἐστιν ὑγρόν τε καὶ ψυχρόν, τὰ δὲ ὑ πὸ ψυχροῦ παγέντα ὑ πὸ θερμοῦ λύεται, πυρὸς γάρ. οἷς προσέθηκεν, ὅτι ὅσα μὲν τῶν πηγνυμένων ὕ δοτός ἐστιν, ταῦτ’ οὐ πήγνυται ὑ πὸ πυρός, λύεται γὰρ ὑ πὸ τούτου. καὶ γὰρ εἰ πήγνυται ταῦτα τῷ τὸ ἐν αὐτοῖς θερμὸν χωρίζεσθαι, εὐλόγως ἂν λύοιτο παρουσίᾳ τούτων. ἀλλὰ τῆς τούτων πήξεως τὸ ψυχρὸν πηκτικόν. διὸ μηδὲ παχύνεσθαι τὰ τοιαῦτα τῷ τὴν μὲν πάχ υνσιν γενέσθαι τοῦ μὲν ὑγροῦ ἀπιόντος, συνισταμένου δὲ τοῦ ξηροῦ, καὶ τὸ ὕδωρ μὴ δύνασθαι μόνον τῶν ὑγρῶν παχύνεσθαι διὰ τὸ μηδὲν ἔχειν ἐν αὐτῷ ξηρότητος, τὸ μὴ μεμιγμένον ἐξ ὕδατός τε καὶ γῆς ὑπ’ ἀμφοτέρων πήγνυσθαι καὶ ὑπὸ θερμοῦ καὶ ὑπὸ ψυχροῦ. ἐπεὶ δὲ διὰ τοῦ παχύνεσθαι ἡ τούτων πῆξις, εἶπεν αὐτὰ παχύνεσθαι μὲν ὑπ’ ἀμφοτέρων, τοῦ τε θερμοῦ καὶ τοῦ ψυχροῦ, οὐ μὴν τὸν αὐτὸν τρόπον, ἀλλ’ ὑ πὸ μὲν τοῦ θερμοῦ τὸ ὑγρὸν ἐξατμίζοντος, ὑ πὸ δὲ τοῦ ψυχροῦ τὸ ἐν αὐτοῖς θερμὸν ἐκθλίβοντος, μεθ’ οὖ συνεξατμίζεσθαι τὸ ἐν αὐτοῖς ὑγρόν. ἐφ’ οἷς προσέθηκεν, τίνα μὲν τῶν μικτῶν παχύνεται, τίνα δὲ οὐ παχύνεται, ἀλλὰ πήγνυται. εἰπών δέ, τίνα τε πήγνυται, καὶ πῶς, καὶ ὑπὸ τίνων, ἐφεξῆς εἶπεν περὶ τῶν λυομένων τε καὶ τηκομένων. τὰ μὲν ὑπὸ ψυχροῦ τῶν μικτῶν παγέντα, ἐν οἷς ἐστι γῆς πλέον, ὅσα μὲν τῷ θερμὸν ἐξεληλυ θέναι πήγνυται, τα ῦτα λύεταί τε καὶ τήκεται θερμῷ, εἰσιόντος πάλιν εἰς αὐτὰ [*](1 τῷ S2 Sp.: τὸ libri 6 μετῆλθεν] 113, 5—114, 13 = Arist. ἄeteor. ΙV, 2b 28— 383b 17 7 λέγειν Ba Sp.: λέγει FS: λέγει sic V 9 ὡς ὑγραίνεσθαι Vict. Sp. 11 ⟨νέφος⟩ γινόμενον Diels 11. 12 fortasse μεταβολήν, ⟨τὰ δὲ κατὰ τὸ τήκεσθαι τὸ πεπηγός⟩ 12 τήξεως scripsi: πήξεως libri 13 καὶ περὶ πήξεως] cf. l. c. 382b30: περὶ τήέεως Sp. 21 εἰ Sp.: ἢ libri 22 τούτου commi. Sp. 26 αὑτῷ Sp.: αὐτοῖς libri μὴ] δὲ Sp. fortasse recte 33 πήγνεται V 34 μικτῶν Sp.: μικρῶν libri)

114
τοῦ θερμοῦ, ὡς γίνεται ὑπὸ τοῦ πεπηγότος πηλοῦ διὰ ψυχρότητα, ὅσα δὲ διὰ ψῦξιν μὲν πέπηγεν, οὐχ οὕτως δέ, ὡς τὸ θερμὸν αὐτῶν κεχωρίσθαι μόνον, ἀλλ’ ὡς σὺν τούτῳ καὶ τὸ ὑγρὸν ἐξητμίσθαι, ταῦτ’ οὐ λύεται, εἰ μὴ ὑπερβαλλούσῃ θερμότητι, ἀλλὰ μαλάττεται καὶ ἐλαύνεται ὡς σίδηρος καὶ κέρας. ἀλλὰ ταῦτα μὲν καὶ τήκεσθαι λέγει, διὸ καὶ προσέθηκεν, τίνα καὶ ἄλλα τήκεται. δσα μὲν τ;νκεσθαι λέγει, διὸ διὸ καὶ προσέθηκεν, τίνα πυρός, τὰ μὲν ἄλυτα μένει, τὰ δ’ ὑγρῷ λύεται· κέραμος μὲν ἄλυτον καὶ λίθοι τινές, ὧν ἡ γένεσις ὑ πὸ πυρὸς γῆς συγκαυθείσης καὶ ἑνωθείσης γίνονται, νίτρον δὲ καὶ ἅλες λυτὰ ὑγρῷ, ὥς φησι, ψυχρῷ, λέγων τῷ ἐν τῇ οἰκείᾳ φύσει τε καὶ οὐσίᾳ ἔχοντι τὸ ψυχρόν, ὁποῖόν ἐστι τὸ ὕδωρ. οὐκέτι τὸ ἔλαιον ἐν τῇ αὐτοῦ φύσει καὶ οὐσίᾳ τὸ ψυχρὸν ἔχει. διὸ οὐδ’ ἐν τοῖς τοῦ ὕδατος εἴδεσιν ἔλαβεν αὐτό, οὐκ ἔχει δὲ τὸ ψυχρὸν ἐν τῇ αὐτοῦ φύσει, ὅτι ἔχει πολὺ ἀέρος.