Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Τὰ οἱονεὶ ἀμερῆ ἐστιν ὅμοια ἀμερεῖ, οὐκ ἀμερῆ, ὅτι μηδ’ ἄλλο τι ὅμοιόν τινι ἐκείνῳ ταὐτόν ἐστιν, ῴ ἐστιν ὅμοιον. ἐπεὶ ὅμοιον ἀμερές τε φαινόμενον ἀμερές, οὐκ ἀμερές, ὡς καὶ ὁ φαινόμενος συλλογισμὸς οὐ συλλογισμός. ἀλλ’ εἰ μὴ ἀμερές, μέρη δῆλον ὅτι ἕξει, οὕτως δὲ οὐδὲν ἀμερὲς ἔσται. πᾶν γὰρ τὸ λαμβανόμενον μέρος αὐτοῦ καὶ αὐτὸ οἱονεὶ ἀμερὲς ἔσται τῷ τὸ εἶναι τῷ λεγομένῳ ἀμερεῖ ἐν τῷ οἱονεὶ ἀμερεῖ εἶναι, --- εἴ γε διὰ τούτου ἀπολύονται τὸ μὴ συγκεῖσθαι ἐξ ἀμερῶν τὸ μέγεθος. εἰ δὲ λέγοι τις αὐτὸ οἱονεὶ μέγεθος, πάλιν οὐ μέγεθος ἔσται. εἰ δὲ πᾶν μέγεθος μεριστόν, τὸ οἱονεὶ μέγεθος ἀμερὲς ἔσται τῇ αὐτοῦ φύσει. εἰ δ’ ἀμερές, ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως ἔσται τὰ μεγέθη. εἰ δὲ λέγει τις τὸ οἱονεὶ [*](2 pr. τῶν] ῶ in lit. V τῶν om. a Sp. 4 καὶ τούτων τὰ Vict. 7 λρμῷ τε καὶ ψυχρῷ corr. in ψυχρῷ τε καὶ θερμῷ V 9 λύθησεται V 11 μὲν Vict.: μὴ libri 18 πήγνεσθαι V 21 ἀὴρ] ἀη in lit. V 23 τῇ ἐπιδρομῇ] ἐπιδρομὴ Sp. 24 Ἀριστοτέλους] ἀτελής Vict. 27 ἐπεὶ] ἔτι εἰ coni. Sp. bene ἀμερές τε] ἀμερεῖ τὸ coni. Sp. bene 28 fortasse ⟨τὸ φαινόμενον ἀμερὲς⟩ οὐκ 31 lacunam indicavi 33 οὗ a 35 οἱονεὶ Sp.: οἷον libri)

116
ἴσον δύνασθαι τῷ δυνάμει, ἔσται τὸ οἱονεὶ ἀμερὲς δυνάμει ἀμερές. εἰ δὲ τοῦτο, οὐδὲν ἔσται ἐνεργείᾳ, ὃ ἔσται ἀμερές, εἴ γε μηδὲν τῶν δυνάμει τι ὄντων ἐστὶ τοῦτο ὃ δύναται, ὥστε οὐδὲ τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν. ἀλλ’ εἰ μὴ ἐνεργείᾳ, ἀλλὰ δυνάμει τὸ οἱονεὶ ἀμερὲς ἀμερές ἐστιν, ἄλλο τι ὃν δυνάμει τοῦτό ἐστιν. τί οὖν ὄν ἐστι δυνάμει ἀμερές; καὶ εἰ μέγεθός ἐστι τὸ οἱονεὶ ἀμερές, ἐκ δὲ τούτων τὸ μέγεθος (ἐκ γὰρ τῶν οἱονεὶ ἀμερῶν), ἔσται πᾶν μέγεθος ἐκ μεγεθῶν συγκείμενον καὶ διαιρούμενον εἰς μεγέθη, οὕτω δὲ καὶ ἐπ’ ἄπειρον ἡ τομὴ προελεύσεται. ἔτι εἰ τὸ οἱονεὶ ἀμεπὲς ὕλη τοῦ ἀμεροῦς, πᾶσα δ’ ὕλη τινὸς κατά τινα μεταβολὴν --- τὸ οἱονεὶ ἀμερὲς ἀμερὲς ἔσται, ἐπεὶ ὕλη τοῦ ἀμεροῦς τὸ οἱονεὶ ἀμερές, ἄλλο ἔσται τοῦ ἀμεροῦς. εἰ δὲ τοῦτο, ἤτοι συντιθέμενον ποιήσει τὸ ἀμερὲς ἢ διαιρούμενον, ἕπεταί τε πάλιν τῷ λέγειν εἰς ἀμερῆ αὐτὸ διαιρεῖσθαι τὸ ἐκ τῆς τῶν ἀμερῶν συνθέσεως γίνεσθαι τὰ μεγέθη. |

[*](2 ἀμερεσ V 3 δυναταί V οὐδὲ V ολονεὶ F coni. Sp.: οἶον libri 4 ἀλλ’ ὅτι a 5 ὄν ἐστι VFSa: ὃν ἔσται Β: ἔσται Vict. 6 γὰρ delevi 8 εἰ add. Diels 9 ⟨τοῦτ’ αὐτὸ γίγνεται, κατά τινα μεταβολὴν⟩ τὸ Schartc 10 fortasse ⟨καὶ⟩ ἐπεὶ 11 εἰ B Vict.: ἠ V: ἡ GFS)