Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

1, Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος γινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι; ἆρά γε ἄλλη τίς ἐστιν αὕτη φύσις παρὰ τὴν οἰκείαν ἑκάστου τῶν φυσικῶν σωμάτων, ἣν ἀρχὴν κινήσεως τε καὶ ἠρεμίας φαμέν, ᾧ ὑπάρχει πρώτῳ καθ’ αὐτὸ καὶ μὴ [*](1 αὑτὴν] αὐτὴν V 3 αὑτὴν] ἑαυτὴν Vict. Sp.: αὐτὴν a 4 ὥστε] ὥσπερ a Sp. bene 5 αὐτοῦ κινεῖν VBG: αὐτοκινεῖν S: αὐτὸ κινεῖν a Sp. ὅλον φαμὲν a Sp. pr. τὸ del. B² 7 σῶμα διότι κινεῖται κινεῖ· κινεῖται Sp. 8 ψυχῆς οὖν aSp. εἰ B² Vict. Sp.: η V: ἡ SHFa ἐστι add. aSp. 14 κινεῖ κινουμένη a Sp. 16 εἰ B² Vict. Sp.: ἠ VBF: ἤ Sa 17 εἴη om. aSp. 21 οὕτως δὲ a Sp. καθὸ ἄρα aSp. 25 τοῦ Vict. Sp.: τῷ H: τὸ VFSa 27 αὐτῆι corr. in αὐτῆσ ut videtur V 28 cf. ea quae disputavi de hoc capite in Mus. Rhen. XLIV p. 139 sq. 29 τε om. a 30 ἐγγινομένη aSp. 33 ἡρεμίας V ut solet ἐν ᾧ Vict. Sp. πρώτῳ] πρώτυς a Sp.)

48
κατὰ συμβεβηκός; καὶ γὰρ εἰ τῷ γειτνιῶντι αὐτῷ γίνεται σώματι, ἤδη ἂν εἴη τοῦτο ἔχον οἰκείαν φύσιν ὄν τε ἐνεργείᾳ σῶμα· πᾶν γὰρ σῶμα ἐνεργείᾳ θνητὸν ἁπλῶν τί ἐστιν ἢ ἐκ τούτων σύνθετόν τε καὶ μικτόν, τούτων δὲ ἕκαστον οἰκείαν ἔχει τινὰ φύσιν ἢ καὶ δι’ ἐκείνην ἐστὶν ἐνεργείᾳ τοιοῦτον, εἴη τε ἂν οὕτω πρῶτον ἀπολαῦον τὸ πῦρ τῆς τοιαύτης ἐκ τοῦ θείου δυνάμεως, ἔπειτα τοῖς μετ’ αὐτὸ διαδιδὸν αὐτήν, ὡς πάντα τὰ σώματα τῇ τοιαύτῃ διαδόσει μεταλαμβάνειν αὐτῆς, τὰ μὲν πλεῖον τὰ δὲ ἔλαττον. ἀλλ’ εἰ τοῦτο, ἐπιζητήσαι τις ἂν τί συντελεῖ τῶν σωμάτων ἑκάστῳ ἡ τοιαύτη δῦ ναμίς τε καὶ φύσις. κατὰ γὰρ τὴν πρώτην φύσιν τὴν ἐγγινομένην αὐτὴν ἑκάστῳ, καθ’ ἣν τὸ μέν ἐστι πῦρ, τὸ δὲ ἀὴρ, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆ, ἡ ἐπὶ τοὺς οἰκείους αὐτοῖς τόπους κίνησις γίνεται, καθ’ ἣν ἕκαστον αὐτῶν τῆς ἰδίας τυγχάνει τελειότητος. ὁμοίως δὲ εἰ καὶ ἐν τοῖς συνθέτοις γίνοιτο σώμασιν, καὶ ἐν ἐκείνοις οὐ πρὸς τὸ εἶναι ἄνθρωπον ἢ ζῷον ἢ φυτὸν ἕκαστον αὐτῶν συντελοῖ ἄν τι· ἤδη γὰρ οὖσιν αὐτοῖς ἐγγίνοιτ’ ἂν ὡς τῷ πυρὶ καὶ τῶν ἁπλῶν ἑκάστῳ· οὕτω δ’ ἂν οὐκέθ’ ἡ δύναμις ἐκείνη αἰτία γίνοιτο τοῦ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα τῶν σωμάτων, καὶ τῶν ἐμψύχων τὰ μὲν τὴν θρεπτικὴν ψυχὴν μόνην ἔχοντα, τὰ δὲ καὶ τὴν αἰσθητικὴν, τὰ δὲ πρὸς τούτοις καὶ τὴν λογικήν· αὕτη δ’ ἔκειτο τῆς κατ’ αὐτὰς διαφορᾶς ἔχειν τὴν αἰτίαν· διὰ γὰρ ταύτης τῆς δυνάμεως πρόνοια ἔκειτο λογικὸν ζῷον τὸν ἄνθρωπον ποιοῦσα, καὶ διὰ τοῦτο ἐλέγετο πάντα, ὅσα διὰ τὸν λόγον τε καὶ τὸν νοῦν οἶά τε ὑπάρχειν τῷ ἀνθρώπῳ, ταὐτὸν ἔχει παρὰ τῆς θείας προνοίας. μήποτ’ οὖν χρὴ λέγειν τοῖς μὲν ἀπλῶς σώμασι προϋπάρχουσι τήνδε τὴν δύναμιν ἐγγίνεσθαί τε καὶ προσγίνεσθαι, δι’ ἣν αἰτίαν αὐτὰ μὲν οὐδέν τι θεῖον αὐτοὺς ἔχει πως· τοιοῦτο γὰρ ἡ ψυχή ἐστιν, ἄμοιρα παντάπασιν, ὅτι μὴ ἔστιν αὐτῶν ἐν τῇ οὐσίᾳ ἡ τοιάδε δύναμις ἔξωθεν αὐτοῖς καὶ προυπάρχουσι προσγινομένη, ἀλλ’ ἔστιν ἀπλῶς σώματα· ὅσα δ’ ἐκ τῆς τούτων φυσικῆς μίξεώς τε καὶ κράσεως γίνεται, τούτων δ’ ἐν τῇ γενέσει κατασπειρομένην καὶ τὴν θείαν δύναμιν καὶ φύσιν ἀμείνω καὶ τελειότερα ταῦτα ποιεῖν τὰ σώματα, συνεισφερόντων καὶ τῶν ἀπλῶς σωμάτων εἰς τὴν γένεσιν τῶν ἐξ αὐτῶν γινομένων σωμάτων [*](1 εἰ BS²HF¹aSp.: εἰη sic V: εἴη FS 3 ἁπλῶν scripsi: ἀπλῶς VFGB1S1: ἀπλοῦν B²: ἀπλῶς ὃν S²a: ἀπλοῦν ὃν Vict. 4. 5 ἢ καὶ—τοιοῦτον emblema esse docui l. c.139 sq. 5 ἀπολαβόν aSp. 6 αὐτὸ H: αὐτον sic V: αὐτὸν FSBa Sp. διαδιδον V αὐτήν Vict. Sp.: αυτη V: αὐτῆ F: αὕτη Sa 7 πλεῖον Sp.: πλέον H: πλείω VFSBa 12 fortasse τηλειότητος. ⟨οὐκ ἄρα ἡ δύναμις ἐκείνη τελείοις ἤδη προσγινομένη σώμασιν αἰτία ἂν εἴη αὐτῶν τῆς τελειότητος⟩· ὁμοίως δὲ scripsi: τὸ libri: τῷ coni. Sp. 14 συντελοῖ ἄν τι Vict. post litteras V(aria) L(ectio): τελοιαντη V: τελοῖαν τῆ F: τέλοιαν τῆ S: τέλοιαν τῇ a: τελοῖ ἂν τη sic H: om. in spatio 9 litt. vacuo rel. B 17 ἐμψυχων G mg. Vict.: ἀψύχων libri ἔχειν coni. Sp. 21. 22 ταὐτὸν ἔχε] ταῦτα ἔχειν Vict. Sp.: fortasse ταῦτ’ αὐτὸν ἔχειν 22 μήποτ’ Vict.: μήτ’libri 23 προσγίνεσθαι Vict. Sp.: προγίνεσθαι libri 24 αὐτοὺς] ἐν αὑτοῖς Sp. recte coni. 25 ἄμοιρα GFSHa: αμοιρα V: ἧς ἄμοιρα Vict. Sp.: ἐστιν colloc. post ἄμοιρα H: fortasse ⟨καὶ⟩ πῶς, τοιοῦτο γὰρ ἡ ψυχή, ἐστιν ἄμοιρα 26 προσγινομένη Sp.: προσγινομένης libri 27 τῆς s. v. V 29 ποιεῖν S²Ba Sp.: ποιεῖ VHGFS1 30 καὶ Vict.: ἢ libri)
49
καὶ τὴν θείαν δύναμιν, ἧς μεταλαμβάνουσιν κατὰ τὴν γειτνίασιν. δι’ ἣν δύναμιν οὐκέτι ταῦτα μόνης τῆς κατὰ τὴν ῥοπὴν κινήσεως ἀρχὴν ἐν αὐτοῖς ἔχει, ἀλλά τινα καὶ ψυχικὴν προσείληφε τὴν ἀρχὴν καὶ τὴν γένεσιν ἔχουσαν ἀπὸ τῆς θείας δυνάμεως. ἥτις φύσις τε καὶ ψυχὴ κατὰ τὴν ποσότητα τῶν πλῶν σωμάτων, ἐξ ὧν ἐστι τὸ ἔχον αὐτὴν σῶμα (ὧν τὸ μὲν ἐπὶ πλέον ὂν κοινωνεῖ τῆς θείας δυνάμεως τῷ ἐγγυτέρω τε εἶναι τῷ θείῳ σώματι καὶ εἶναι λεπτομερές τε καὶ καθαρώτερον, τὸ δ’ ἐπ’ ἔλαττον διά τε τὸ ἀπόστημα τὸ πλεῖον καὶ διὰ τὴν τῆς συστάσεως παχύτητα), διάφορον καὶ αὐτὴ γίνεται. ὅσα μὲν γὰρ τῶν συνθέτων σωμάτων τὸ πλεῖστον γῆς ἔχει, ταὐτὸν γῆς τινος κοινωνεῖ ψυχικῆς δυνάμεως τῷ καὶ τὸ τὴν πλείστην μοῖραν τῆς οὐσίας αὐτῶν σῶμα ἔλαττον τῆς θείας μεταλαμβάνει δυνάμεως· ὅσα δὲ πλεῖον ἐν αὐτοῖς ἔχει τῆς πυρώδους τε καὶ θερμῆς οὐσίας, ταῦτ’ ἔσται ψυχῆς τελειοτέρας μεταλαμβάνοντα τῷ τὸ πλεονάζον σῶμα ἐν αὐτοῖς ἐπὶ πλέον τῆς θείας μεταλαμβάνειν δυνάμεως. οὕτω δ’ ἂν εἴη δευτέρα φύσις, ἣν εἰρήκαμεν θείαν δύναμιν εἶναι ἐγγινομένην τοῖς ὑπὸ σελήνην σώμασι διὰ τὴν πρὸς ἐκείνην γειτνίασιν, ὡς ὕλῃ χρωμένη τοῖς ἀπλῶς φυσικοῖς σώμασι πρὸς τὴν τῶν τελειοτέρων τε καὶ ἐμ ψὑχων γένεσιν σωμάτων. τὰ μὲν οὖν κατὰ κρᾶσιν τῶν ἁπλῶν σωμάτων καὶ κατ’ ἀλλοίωσιν γινόμενα σύνθετα σώματα τῷ ἔχειν καὶ τὴν τοιαύτην δύναμιν ἐν τῇ τῶν ἐχόντων αὐτὴν σωμάτων μίξει συγκρινομένην πως καὶ μιγνυμένην κατ’ αὐτὴν τελειότερα γίνεται σώματα καὶ θειοτέρας φύσεως καὶ ἀρχῆς κεκοινωνηκότα, ὅσα δὲ συνθέσει τε καὶ παραθέσει τῶν πλῶν σωμάτων γίνεσθαι δοκεῖ σώματα σύνθετα, ταῦτα οὐκέτι τῆς τοιαύτης κοινωνεῖν δυνάμεως τε καὶ φύσεως οἶά τε, ὧν ἕκαστον τῶν ἁπλῶν σωμάτων ἐνεργείᾳ σώζει τὴν αὐτοῦ φύσιν ἐν τῇ τοιαύτῃ μίξει καὶ συνθέσει. οὐ γὰρ εἰς τὴν τῶν οὕτως συνθέτων σωμάτων οὐσίαν ἡ θεία δύναμις συντελεῖ μένουσα ἐν ἑκάστῳ αὐτῶν, ὁποία καὶ πρὸ τῆς συνθέσεως αὐτῶν.

2 Ἢ τῆς πρὸς ἄλληλα δύναταί τις λέγειν καὶ τῆς τῶν ἁπλῶν σωμάτων γενέσεως τὴν ἀπὸ τῶν θείων δύναμιν αἰτίαν εἶναι αὐτὴν γινομένην αὐτῶν εἶδός τε καὶ φύσιν. ἡ γὰρ ὕλη ⟨ἣ⟩ κατὰ τὸν ἑαυτῆς λόγον ἄποιός τε οὖσα καὶ ἀσχημάτιστος ὑπὸ τῆς ἀπὸ (τῆς) τῶν θείων σωμάτων δυνάμεως γινομένης ἄνευ τῆς ἐνεργείας σῶμα ἔστι τε καὶ γίνεται, εἰδοποιεῖταί τε καὶ σχηματίζεται, ὡς τὸ μὲν πρὸς τῷ θείῳ σώματι αὐτῆς καὶ γειτνιῶν τι [*](3 αὐτοισ V 6 ὂν del. Sp. ἐγγυτέρω] ἐγγύτερον Vict. Sp. τε scripsi: τὸ libri: αὐτὸ vel del. Sp. 9 αὐτὴ scripsi: αὐτῆς libri 19 γῆς HBF: το η (sic) γῆσ V: τὸ ἢ γῆς S: τὸ γῆς aSp. ταὐτὸν—τινος] fortasse ταῦτ’εἰ καί τινος τῷ καὶ τὸ] fortasse τῷ ⟨εἶνα⟩ κατὰ 11 αὐτῶν scripsi: αὐτῷ VHFSBa: αὐτῶν ⟨εἶναι⟩ Vict. Sp. 11. 12 μεταλαμβάνων Vict.: μεταλαμβάνειν 12 πλεῖον coni. Sp.: πλείονος libri 13 ταῦτ’ ἔσται scripsi: ταύτησ τῆσ libri: ταῦτα τῆς Sp. μεταλαμβάνοντα scripsi: μεταλαμβάνειν libri: μεταλαμβάνει Sp. τῷ τὸ Vict. Sp.: τοῦτο VFHSa: τοῦ B 14 αὐτοῖς] αὑτῷ coni. Sp. 15 fortasse εἴη ⟨ἡ⟩ 21 κατ’Vict.: καὶ libri 24 ὧν] διότι Vict. Sp. 25 αbτοῦ V 28 ἢ GF: ἦσ sic V: ἧς SBHa: ἦν Vict. Sp. 28 καὶ τῆς delevi 30 ἡ addidi 31 ἀπὸ scripsi δυνάμεως] δυνάμεων a 32 ἄνευ τῆς] fortasse ἄνωθεν 33 γειτνειῶν V τι del. Sp.)

50
ἐκείνῳ πλείονος τῆς θείας μεταλαμβάνον δυνάμεως εἰδοποιεῖσθαι θερμότητι καὶ ξηρότητι (ταῦτα γὰρ τὰ πρῶτα τῶν ἀπ’ ἐκείνων ἐν τοῖς θνητοῖς πάθη), τὸ δὲ πλεῖον ἀφεστὸς τῶν ταύτης τῆς μεταβολῆς τε καὶ γενέσεως αἰτίων αὐτῇ θείων σωμάτων ἢ πάντῃ τοῖς ἢ τὸ μέν τι τούτων, τὸ δέ τι τῶν τούτοις ἐναντίων εἶδός τε καὶ πάθος λαμβάνειν κατὰ τὴν ἐκείνων ἄλλοτε ἀλλοίαν πρὸς τὰ τῇδε σχέσιν διὰ τὴν ἐπὶ τοῦ τοιούτου κίνησιν κύκλου διαφόρως εἰδοποιούμενον. τοιαύτη γὰρ ἡ τοῦ ζῳδιακοῦ διάθεσις, ἐφ’ οὖ κινούμενα ἥλιός τε καὶ σελήνη καὶ τὰ ἄλλα τὰ πλανᾶσθαι τῶν ἀστέρων λεγόμενα τῷ μέν τινι τῆς ὕλης μέρει, μᾶλλον ἢ καὶ ἐγγυτέρω πρόσεισιν, ἑκάστῳ θερμότητός τε καὶ ξηρότητος αἴτια γίνεται, ἐν οἷς τὸ εἶναι τῷ πυρί, τῷ δὲ θερμότητός τε καὶ ὑγρότητος, ἥτις φύσις ἀέρος, τῷ δ’ ὑγρότητός τε καὶ ψυχρότητος, ἥ ἐστιν ὕδατος φύσις, τῷ δὲ τῆς ἔτι καταλειπομένης ἐκ τῶν ἁπλῶν τῶν πρώτων δύο ἐναντιώσεων, ἤπερ ἐστὶ ψυχρότης τε καὶ ξηρότης, ἃ τὴν τῆς γῆς συνίστησι φύσιν. καὶ τοιαῦτα μὲν τὰ ἀπὸ τῆς θείας δυνάμεως εἴδη ἐν τῇ ὕλῃ ἀπλᾶ τε καὶ πρῶτα εἴδη γενόμενα τῆς τῶν πλῶν σωμάτων οὐσίας τε καὶ φύσεως αἴτια, τὰ δ’ ἐκ τῆς τούτων γινόμενα μίξεως τε καὶ κράσεως ἅτε πλειόνων κοινωνοῦντα δυνάμεων τε καὶ διαφόρων σωμάτων σύνθετά τε ἤδη γίγνεται καὶ τελειότερα, καὶ ἡ τελειότης δὲ καὶ τὸ εἶδος αὐτοῖς διαφέρον γίγνεται κατά τε τὴν ἐν τοῖς πρώτοις εἰρημένην τῶν ἐν τῇ μίξει τῶν σωμάτων διαφοράν. ἔστι γὰρ αὐτῶν τὰ μὲν λεπτότερα καὶ ποιητικώτερα (τοιαῦτα γάρ, ὅσα ἐγγυτέρω κεῖται τῆς τῶν θείων κινήσεως), τὰ δὲ παχυμερέστερα καὶ παθητικώτερα, ὅσα πλέον ἀφέστηκε τῆς ἐκείνων φορᾶς. ὅσα μὲν γὰρ τῶν ἐν τῇ μίξει τε καὶ κράσει πλεῖον ἔχει τῶν λεπτομερῶν τε καὶ καθαρωτέρων σωμάτων, τούτων τελειότερον τὸ εἶδος, ὅσα δὲ τοῦ μὲν τοιούτου σώματος ἔλαττον ἐν αὐτοῖς ἔχει, πλεῖον δὲ τοῦ παθητικοῦ τε καὶ παχυμερεστέρου, τούτων καὶ τὸ εἶδος ἀτελέστερον.