Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἕπεται τῷ καὶ τὸ μέγεθος καὶ τὸν χρόνον ἐξ ἀδιαιρέτων συγκεῖσθαι λέγειν τὸ πάντα τὰ κινούμενα κατὰ τοῦ ἀμεροῦς ἰσοταχῶς κινεῖσθαι· εἰ [*](1 δι᾿ αὐτοῦ a 2 διὰ σώματος χωρεῖν tit. 3 τοὺς Πλατωνικοὺς τοὺς ἐκ tit. 5, 6 οὐ—ἔσται] τὰ δὴ νοήματα οὐ σώματα οὐδ᾿ ἂν τὸ κοινὸν εἴη σῶμα, νόημά τε ὃν τοῦ κοινοῦ σώματος οὐδ᾿ ὁρισμὸς οὐκ ἔστι σώματος ὁρισμός tit. a Sp. 8 καὶ αἱ ἄλλαι tit. 9 τὰ παῤ tit. 11 οὐκ, εἰ a Sp.: οὐκ V: εἰ tit. 12 ὃ καὶ om. tit. Sp. 13 εἶναι om. tit. ὑπάρχειν ἀρχὴν κινήσεως tit. 15 εἰ om. tit. ἀίδιος ἐστι τὸ tit. 19 Ἀριστοτέλην a Sp. 20 φθορᾶς Ἀριστοτέλους ἄλλως tit. 21 αὐτὸ tit. a Sp.: αὐτῷ V 22 λίθου διὰ τί ἕλκει τὸν σίδηρον tit. Sp. 23 ψυχῆς Ἀριστοτέλους μετ᾿ tit.: ψυχῆς εἰρημένης μετ᾿ Vict. ἀρχῆε εἰρημένης tit. 24 ἐκ τοῦ αὐτοῦ λέξεως corr. in λέξεως ἐκ τοῦ αὐτοῦ V ἄλλης λέξεως ἐκ τοῦ δευτέρου τῶν περὶ ψυχῆς Ἀριστοτέλους ἐξήγησις tit. 26 add. Vict. 27 add. Sp. 28 καὶ τὸ] κατὰ a 32 κατὰ τοῦ ἀμεροῦς B²HS²a Sp.: τὸ ἀμερὲς VGB1S1F)

46
γὰρ εἴη τὸ μὲν θᾶττον τὸ δὲ βραδύτερον κατὰ τοῦ ἀμεροῦς κινούμενα, εἶτα τὸ κινούμενον ἐν τῷ ἀδιαιρέτῳ χρόνῳ κεκίνηται κατ’ οὐ| τοῦ, τὸ βραδύτερον ἐν πλείονι κινεῖσθαι κατ’ αὐτοῦ καὶ διαιρετῷ· εἰ δ’ ἐν διαιρετῷ χρόνῳ, διαιρετὸν ἔσται καὶ τὸ μέγεθος, ἐφ’ οὖ ἡ κίνησις. εἰ γάρ τις λέγοι τὸ βραδέως κινούμενον μὴ κινεῖσθαι κατὰ τοῦ ἀμεροῦς μηδὲ ἐν τῷ ἀμερεῖ χρόνῳ, οὗτος οὐδ’ ὅλως ἂν λέγοι κινεῖσθαι τὸ βραδύ, εἴ γε τὸ μὲν πᾶν μέγεθος ἐξ ἀμερῶν σύγκειται καὶ ὁ πᾶς χρόνος, οὐχ οἶόν τε δὲ κινηθῆναι τὸ βραδὺ κατ’ οὐδενὸς ἀμεροῦς. διὸ ἰσοταχῶς ἂν κινοῖτο πάντα τὰ κατὰ τοῦ ἀμεροῦς κινούμενα. εἰ δ’ ἐπὶ τοῦ ἀμεροῦς ἰσοταχῶς, καὶ ἐπὶ τοῦ παντὸς ἂν μεγέθους ἰσοταχῶς ἂν κινοῖτο, εἴ γε πᾶσι τοῖς μεγέθεσιν ἐξ ἀμερῶν ἡ σύνθεσις. τὸ γὰρ λεπτὸν ἡμῶν ἀμερὲς πᾶν ὁμοίως καὶ ἰσοταχῶς κινεῖσθαι, βραδύτερον δὲ ἄλλο ἄλλου δοκεῖ κινεῖσθαι διὰ τὰς ἀντικοπὰς τῶν ἐν αὐτῷ ἀτόμων ἐφιστάμενον, πλάσμα τε αὐτό, προσέτι τε πῶς οὐ φαίνεται τὰ οὕτως κινούμενα --- ἡ κίνησις αὐτοῖς γίνεται βραδεῖα αὐτή, ἀλλ’ ἔνστασις αὐτὰ κωλύει συνεχῶς κινεῖσθαι, ἄλλως τε καὶ εἰ πολυπλασίως τὸ θᾶττον θᾶττον. ἔσται γὰρ οὕτως καὶ βραδέως κινούμενον πλείω χρόνον ἑστὸς ἢ κινούμενον. εἰ γὰρ εἴη ὥρᾳ μὲν μιᾷ τὸ θᾶττον κινούμενον τὸ διάστημα διεληλυθός, αὐτὸ δὲ τοῦτο ὥραις ε τὸ βραδέως, δεήσει αὐτὸ μιᾷ μὲν κινεῖσθαι, ταῖς δὲ τέσσαρσιν ἑστάναι. ἄτοπον δὲ ποσῷ τῷ πλείονι χρόνῳ ἑστὸς ἢ ἑστὸς μὲν μὴ φαίνεσθαι, κινούμενον δὲ ταῖς ε ὥραις, καὶ τοῦτο ὁμαλῶς.

Ἡ ψυχή, φησίν, εἰ κινεῖ αὐτήν, ἤτοι κατ’ ἄλλο μέν τι κινεῖ, κατ’ ἄλλο δέ τι κινεῖται, καὶ οὕτως ἔσται αὐτοκίνητος, ὥστε καὶ τὸ ζῷον αὐτοκίνητόν φαμεν. τῷ γὰρ τὸ μὲν αὐτοῦ κινεῖν τὸ δὲ κινεῖσθαι τὸ ὅλον αὐτοκίνητον. κινεῖ μὲν γὰρ τὸ ἐν αὐτῷ ἡ ψυχή, κινεῖται δὲ τὸ σῶμα, καὶ οὔτε ἡ ψυχὴ διότι κινεῖ κινεῖται, οὔτε τὸ σῶμα· κινεῖται γάρ. καὶ τῶν τῆς ψυχῆς δυνάμεων, εἰ οὕτως εἴη κινουμένη, ἡ μέν ἐστι κινοῦσα ἡ δὲ κινουμένη, οὔτε τῆς κινούσης καθὸ κινεῖ κινουμένης, οὔτε τῆς κινουμένης καθὸ κινεῖται κινούσης. ἔσται οὖν οὕτως τὸ πρῶτον κινοῦν ἀκίνητον καὶ ἐπὶ τῆς ψυχῆς. εἰ γὰρ πάλιν ἡ κινοῦσα δύναμις κινεῖσθαι λέγοιτο, ἤτοι ὑφ’ αὐτῆς ἢ ὑπ’ ἄλλης ἔσται κινουμένη. εἰ μὲν οὖν ὑπ’ ἄλλης, ἐπ’ ἄπειρον προελεύσεται ἢ ἔσται τι πρῶτον κινοῦν μὲν ἀκίνητον δέ, εἰ δ’ ὑφ’ αὑτὴς, εἴη ἂν οὕτως αὐτοκίνητος, ὡς καθὸ κινεῖ. ἄμεινον τοίνυν αὐτὴν τὴν ψυχὴν οὕτω λέγειν αὐτοκίνητον. ἀλλ’ εἰ ἡ ψυχὴ οὕτως αὐτοκίνητος λέγοιτο, ὡς καθὸ κινεῖ κατὰ τοῦτο κινεῖσθαι, εἰ καθὸ ψυχὴ κινεῖ, καθ’ ὃ ψυχὴ καὶ κινηθήσεται. εἰ γὰρ εἴη κατ’ ἄλλο τι κινουμένη, οἷον φέρε εἰπεῖν κατὰ τόπον, οὐ κατὰ τὸ αὐτὸ κινήσει τε καὶ κινηθήσεται. καθ’ ὃ γὰρ ψυχὴ κινοῦσα, οὐ καθὸ ψυχὴ ἔσται κινουμένη, εἴ γε κατὰ τόπον· οὐ γὰρ κατὰ τόπον ἡ ψυχή. οὕτω δ’ ἔσται κατ’ ἄλλο μὲν κινοῦσα, κατ’ ἄλλο δὲ κινουμένη, οὐχ οὕτως δὲ ἐλέγετο κινεῖσθαι ὑφ’ αὐτῆς. καθὸ ψυχὴ κινηθήσεται. ἀλλ’ εἰ πᾶν τὸ κατά τι κινούμενόν τε καὶ μεταβάλλον ἐξίσταται τοῦ καθὸ κινεῖται, τὸ μὲν κατὰ τόπον τοῦ τόπου, τὸ δὲ κατὰ πάθος τοῦ πάθους, τὸ δὲ κατὰ μέγεθος τοῦ μεγέθους, καὶ τὸ κατὰ ψυχὴν κινούμενον ἐξίσταται τοῦ ἐν τούτῳ, ὥστε καὶ ἡ ψυχὴ εἰ καθὸ ψυχή ἐστιν ἀεὶ κινεῖται, ὑφ’ αὐτῆς καὶ μὴ κατὰ συμβεβηκὸς ἐξίσταιτο ἂν τῆς οὐσίας τῆς ἐν ἐστι καὶ τῆς ψυχῆς καθ’ ἣν τὸ εἶναι αὐτῇ.