Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἐζητεῖτο πῶς εἴρηται ἐν τῷ πρώτῳ Περὶ ψυχῆς ὑπ᾿ Ἀριστοτέλους, τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. ὅτι μὲν οὖν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγομένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος ὅπως ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως ὄντων γενῶν ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὃν καθόλου τέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται, ἀλλὰ δεῖ τι εἶναι πρᾶγμα, τὸ καθόλου συμβέβηκεν, καὶ ἔστιν ἐκεῖνο μὲν πρᾶγμά τι ᾧ τὸ καθόλου συμβέβηκεν, τὸ δὲ καθόλου οὐ πρᾶγμά τι κυρίως, ἀλλὰ συμβεβηκός τι ἄλλῳ. οἷον τὸ ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεως τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, ὃ κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ ἧττον ἔσται καὶ εἰ ἓν κατ᾿ ἀριθμὸν ὑποτεθείη ζῷον εἶ|ναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ᾿ εἶδος ἀλλήλων διαφέρουσιν. συμβέβηκεν οὖν αὐτῷ τοῦτο. ὃ γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὃν ὑπάρχει αὐτῷ συμβεβηκός. ἐπεὶ τοίνυν τὸ γένος τὸ τοιοῦτο οὐ πρᾶγμά τι, ἀλλὰ συμβεβηκὸς πράγματι, εἶπεν αὐτὸ Ἀριστοτέλης ἢ μηδὲν εἶναι’’, ἐπεὶ [*](2 ἀρρύθμιστον V²B Sp.: ἀρυθμιστον V¹F: ἀρυθμιστὸν GSLa καθ᾿ αὑτό V²B2 Sp.: κατ᾿ αὐτό (αυ in lit.) V¹GFSB¹La 3 ὕλῃ om. FS¹L 4 ὁ λόγος οὗτος a Sp. 9 διέφερον B2 12 περὶ ψυχῆς] de an. l, 1. 402b7 16 τῶν GFSL Sp.: τὸ (ὸ in ras. m2) B: τῶι sic V 18 ἔχει GFBLSa Sp.: ἔχηι (η in lit.) V 20 τὸ scripsi: τὰ libri cf. 23, 23 τινῶν ὄν, ὄν τι scripsi cf. ib.: τινῶν ὄντα G1LS: τινῶν ὄντι VB1: τινῶν ὄντων B2a: τινῶν ὃν τῶν S2: τι ὄντα G²: τὶ νων ὄντα F alt. καθόλου om. L 23 πρᾶγμά τι V²GLa Sp.: πραγμα τι V¹: πράγματι F 26 αὐτοῦ V1 (corr. m2) 27 ὑποτεθείη Sp.: ὑποτεθῇ VGB: ὑποτέθη FSLa ὑπάρχει V2S2a Sp.: ὑπάρχειν S1V1GFL 29 fortasse τὸ γὰρ 30 τὸ τοιοῦτο V2BS2a Sp.: τοιοῦτο V1S1GFL cf. 24, 1 31 συμβεβηκοσ V1 πρᾶγμά τι a Sp.: πράγματί τινι Trendelenburg de an.2 p.167)

22
μὴ κυρίως ὄν· τὸ γὰρ ὡς γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκεν τῷ ζῴῳ τὸ καθόλου, εἰπὼν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτ᾿ οὖν τὸ ὡς γένος ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν σημαίνει, ἀλλ᾿ ἔστιν σύμπτωμα ἐπί τινι γινόμενον πράγματι, ἢ εἰ καὶ τὸ οὕτως ὃν ὄν τις λέγοι, ὕστερον ἔσται ἐκείνου ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δὲ ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον εἶναι (δύναται γὰρ πρὸς ὑπόθεσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ τὸ μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐδ᾿ ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ οἷόν τε τὸ μὴ ὃν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνηρῆσθαι· εἴη γὰρ ἂν ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ᾿ εἰρημένον τὸ ἢ οὐδέν ἐστιν ἢ ὕστερον. ὕστερον δ᾿ ὃν τοῦ πράγματος ᾧ συμβέβηκεν, πάλιν αὐτὸ πρῶτον ἑκάστου τῶν ἐν μέρει καὶ ὑπ’ αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ᾿ ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ᾿ ἕν τι ἢ γένος ἢ εἶδος. διὸ ἀναιρουμένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, διότι ἐστὶν ἐν πλείοσιν· εἰ δ᾿ ἀναιρεθείη τὸ κοινόν, οὐδ᾿ ἂν τῶν ὑπὸ τὸ κοινὸν εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν αὑτοῖς.