Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Ἐζητεῖτο πῶς εἴρηκεν ἐν τῷ α Περὶ ψυχῆς Ἀριστοτέλης τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν ἢ ὕστερον. ὅτι μὲν δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι τῶν ἐπὶ τῆς ψυχῆς καὶ τῶν οὕτω λεγομένων καθόλου ὡς τὸ πρῶτον ἔχειν καὶ δεύτερον, βουλόμενος πῶς ἔχει δεῖξαι, εἴρηταί μοι ἐν τῷ εἰς ἐκεῖνο τὸ βιβλίον ὑπομνήματι. εἰπὼν γὰρ ὅτι χρὴ εὐλαβεῖσθαι ἄσκεπτον καταλιπεῖν τὸ πότερον τῷ εἴδει μόνον διαφέρουσιν ἀλλήλων αἱ ψυχαὶ ἢ καὶ τῷ γένει· εἰ γὰρ τοῦτο διορισθείη, οὐ λήσεθ᾿ ἡμᾶς, πότερον εἷς τις λόγος ψυχῆς κοινός τε καὶ γενικός. εἰ δὲ [*](1 μὴ] μὲν a ὃν τὸ γὰρ ὡς add. V²BS²a Sp. et v. 24, 3 προτέθηκεν a 2 τῷ καθόλου a 8 ἐπεὶ V2B et v. 24,5: ἐπεὶ τὸ V¹GFSLa 9 εἰ δὲ εἴη τὸ ὡς V²B: Vict. (Vict. fort. εἴη ἢ) Sp. et v. 24,10: ἔδει ἢ τὸ (το V¹) ὡς V¹GFSLa 10 αἰσθητικοῦ FS¹L οἷονται V1 (corr. V2) 13 διὰ τοῦτ᾿ coni. Sp. cf. 24, 10 15 ἐν μέρει καὶ add. Vict. et v. 24,17 αὐτὸ] αὐτοῦ GF1 18 οὐ συναναιρεῖται Vict. et v. 24,20: οὐκ ἀναιρεῖται libri 20 αὐτοῖς V: ἑαυτοῖς v. 24,22 21 Ἄλλως κτλ.] quae secuntur ad verbum congruunt cum antecedentibus, i. e. 21, 14—22,20 ═ 22,22—26 et 23,21—24,21. accedunt 22,26—23,21, ubi accuratius exponitur ὅτι δύναται παραδείγματι τῷ ζῴῳ κεχρῆσθαι κτλ. qua de re in priore capite satis habuit ad commentarium de anima provocare 22 εἴρηται GFSLa vid. v. 21,14 ἀριστοτέλη SL: ἀριστοτέλει G Sp.: ἀριστοτέλῃ a γὰρ om. a 23 μὲν οὖν Viet. 24 παράδειγμά τι a τῶν G Sp. v. 41,16: τὸ VBS1: τὸ τῶν F τῷ S2La 26 εἰπὼν] 402b3. subintellegas οὕτως ἐζήτησε 27 καταλειπεῖν τῷ a 27. 28 διαφέρουσιν μόνον a)

23
μὴ ὁμογενεῖς εἶεν, ἑκάστου γένους ψυχῆς ἴδιος ἔσται. τὸ γὰρ κοινὸν ψυχῆς ὄνομα μόνον ἐστίν, οὐκέτι δὲ καὶ πρᾶγμά τι. δεικνὺς δὲ πῶς ἴδιος ἑκάστης, παραδείγμασιν ἐχρήσατο ὑπὸ ἂν γένος οὖσιν, ὃ καὶ ἀσαφέστερον τὸ λεγόμενον ἐποίησεν. εἰ γὰρ εἴη ταῦτά φησι μὴ ὁμογενῆ, ὁ ἵππος καὶ ὁ κύων καὶ ὁ ἄνθρωπος καὶ ὁ θεός, ὡς γένος αὐτῶν τὸ ζῷον εἶναι, ἴδιος ἑκάστου αὐτῶν λόγος ἔσται, τὸ δὲ ζῷον τὸ κοινῶς κατ’ αὐτῶν κατηγορούμενον ἤτοι οὐδεμίαν οἰκείαν σημαίνει φύσιν, ἀλλ’ ἔσται ὁμώνυμον, ἢ εἰ καὶ σημαίνει, ἔχει ὡς δοκεῖ ἔχειν ἐπὶ τῶν πολλαχῶς λεγομένων τῶν ἐν οἷς ἐστι τὸ πρότερον καὶ ὕστερον. τὸ γὰρ κοινῶς ἐν τοῖς οὕτως ἔχουσι κατηγορούμενον σημαίνει μέν τινα φύσιν, οὐ μὴν ἐν πᾶσιν ὁμοίως ἔχουσαν τοῖς ὧν κατηγορεῖται· διὸ ὕστερον τοῦτο τῶν ὑπ’ αὐτό. τὸ μὲν γὰρ ὡς γένος τινῶν κατηγορούμενον ἀναιρούμενον συναναιρεῖ αὐτῷ πάντα τὰ ὑφ’ αὑτό, ὧν οὐδενὶ ἀναιρουμένων συναναιρεῖται, διὸ πρῶτον τῇ φύσει, τὸ δ’ ἐν οἷς τὸ πρότερον καὶ ὕστερόν ἐστιν, ἀναιρουμένῳ τῷ πρώτῳ ἔχοντι τὸ ὑπ’ αὐτοῦ σημαινόμενον συναναιρεῖται, διὸ οὐκέτι πρῶτον ἀλλ’ ὕστερον γίνεται. τοιοῦτον δὲ δείξει καὶ τὴν ψυχὴν ὄν. διὸ εἰκότως προτίθεται τὴν περὶ αὐτοῦ ζήτησιν, ποιησάμενος δὲ τὸν λόγον ἐπὶ ζῴου, ἐπεὶ ὧν ἐμνημόνευσεν ὑπὸ τὸ ζῷον ἦν, προσέθηκεν τὸ ὁμοίως δὲ κἂν εἴ τι κοινὸν ἄλλο κατηγοροῖτο, δεικνὺς ὅτι πᾶν, εἴ τι οὕτως κοινῶς τινῶν κατηγορεῖται ὡς μὴ εἶναι γένος αὐτῶν, ἢ οὐδὲν ἔσται ἢ ὕστερον, ὡς προείρηται. τοῦτο μὲν οὖν ἐν ἐκείνῳ εἴρηται. ἔνεστι μέντοι τὸ εἰρημένον καὶ ἐπὶ τοῦ ζῴου καὶ ἐπὶ τῶν κυρίως γενῶν ὄντων ἐφαρμόζον δεῖξαι. ἐπεὶ γὰρ τὰ γένη καθόλου, τὸ δὲ καθόλου τινῶν ὄν, ὄν τι καθόλου ἐστίν. οὐ γὰρ δὴ μηδέν τι ὃν καθόλου τέ ἐστι καὶ γένος καὶ συνωνύμως κατηγορεῖται ὃν μέν τι τὸ γένος, ὃν μέντοι τόνδε τὸν τρόπον. τὸ μὲν ὑποκείμενον ᾧ τὸ καθόλου συμβέβηκε πρᾶγμά τί ἐστι, τὸ δὲ καθόλου τὸ ἐκείνῳ συμβεβηκὸς οὐ πρᾶγμά τι καθ’ αὐτό ἐστιν, ἀλλὰ συμβεβηκός τι ἐκείνῳ, οἷον ζῷον πρᾶγμά τί ἐστι καὶ φύσεως τινος δηλωτικόν, σημαίνει γὰρ οὐσίαν ἔμψυχον αἰσθητικήν, ὃ κατὰ μὲν τὴν αὑτοῦ φύσιν οὐκ ἔστι καθόλου. οὐδὲν γὰρ ἧττον ἔσται, καὶ εἰ ἂν κατ’ ἀριθμὸν ὑποτεθείη ζῷον εἶναι. ὑπάρχει δὲ αὐτῷ ὄντι τοιούτῳ ἐν πλείοσιν εἶναι καὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν. συμβέβηκεν οὖν αὐτῷ τοῦτο. ὃ γὰρ μὴ ἐν τῇ οὐσίᾳ τινὸς ὂν ὑπάρχει [*](1 ἐστιν FS1 2 ὀνόματι V2 πρᾶγμά τι Sp.: πράγματι libri 3 fortasse σαφέστερον 5 κύνων a ὡς VFB: ὥστε GSa Sp.: φησὶ L 7 ἤτοι] ἤτοι οὐδέν ἐστιν GFSLa: ἤτοι οὐδέν ἐστιν καὶ Vict. Sp. 8 ⟨ἔχε⟩ ὡς scripsi: ⟨ἔστα⟩ ὡς B2S2a Sp. ἐν] καὶ a 12 post ἀναιρούμενον del. m 2 συναναιρούμενον V αὑτῷ V2 13 ἀναιρουμένῳ a Sp. 14 καὶ τὸ a Sp. 15 σημαινόμενον οὐ συναναιρεῖται B² 16 δ’ ἔδειξε coni. Sp. 17 ἐπεὶ ὧν VB: ἐπιὼν GL: ἐπὶ ὧν FSa Sp. ὅτι ὑπὸ coni. Sp. 21 τοῦτο] τὸ a ἐν om. a ἐκείνῳ VB scil. ὑπομνήματι cf. 22,26: ἐκείνοις GFSa Sp. 22 ὄντων γενῶν supra 23 ἄν, ὄν τι] ὄν. ὄντι VB: ὄντι SGFLa: ὄντων Vict. Sp. 24 ἔσται a Sp. 24. 25 ὂν μέν τι—τρόπον circumscripsi et desunt 22, 21, ubi cf. quae adduntur 25 ὂν μέντοι VS¹ GFL: οὐδέ τι S²a: ὂν δέ τι (τι del m2 ) B Vict. Sp. τὸ μὲν—ἐκείνω] cf. 2, 22 24 26 πρᾶγμά τι Sp.: πρᾶγμα a: πράγματι libri 27 πραγματι V1 (corr. V2 κατὰ συμβεβηκός a Sp. 30 κρεῖττον FS¹L)
24
αὐτῷ συμβεβηκός. ἐπεὶ γοῦν τὸ γένος τοιοῦτον οὐ πρᾶγμά τι, ἀλλὰ συμβεβηκὸς πράγματί τινι, εἶπεν αὐτὸ Ἀριστοτέλης ἢ μηδὲν εἶναι, ἐπεὶ μὴ κυρίως ὄν· τὸ γὰρ ὡς γένος ζῷον βουλόμενος δηλῶσαι προσέθηκε τῷ ζῴῳ τὸ καθόλου, εἰπὸν τὸ γὰρ ζῷον τὸ καθόλου. τοῦτο οὖν τὸ ὡς γένος ζῷον ἤτοι οὐδέν ἐστιν, ἐπεὶ μὴ φύσιν τινὰ οἰκείαν ἔχει, ἀλλ’ ἔστιν σύμπτωμα ἐπί τινι γινόμενον πράγματι, ἢ εἰ καὶ τὸ οὕτως ὂν ὄν τις λέγοι, ὕστερον ἔσται ἐκείνου ὑπάρχει. δεῖ γὰρ εἶναι πρῶτον τὸ πρᾶγμα τοῦ συμβεβηκότος αὐτῷ. ὅτι δ’ ὕστερον τοῦ πράγματος, δῆλον. ζῴου μὲν γὰρ ὄντος οὐκ ἀνάγκη τὸ ὡς γένος ζῷον εἶναι (δύναται γὰρ πρὸς ὑπόθέσιν καὶ ἕν τι ζῷον εἶναι, ἐπεὶ μὴ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ καθόλου), εἰ δὲ εἴη τὸ ὡς γένος ζῷον, ἀνάγκη καὶ τὸ ζῷον εἶναι. καὶ ἀναιρουμένης μὲν οὐσίας ἐμψύχου αἰσθητικῆς οὐδ’ ἂν τὸ ὡς γένος ζῷον εἴη (οὐ γὰρ σἷόν τε τὸ μὴ ὂν ἐν πλείοσιν εἶναι), εἰ μέντοι ἀναιρεθείη τὸ ὡς γένος ζῷον, οὐκ ἀνάγκη καὶ τὴν οὐσίαν ἔμψυχον αἰσθητικὴν ἀνηρῆσθαι, εἴη γὰρ ἂν ὡς εἶπον καὶ ἐν ἑνί, καὶ ἔστι διὰ ταῦτ’ εἰρημένον τὸ ἢ οὐδέν ἐστιν ἢ ὕστερον. ὕστερον δὲ ὃν τοῦ πράγματος ᾧ συμβέβηκε, πάλιν αὐτὸ πρῶτον ἑκάστου τῶν ἐν μέρει καὶ ὑπ’ αὐτὸ γίνεται, διότι τὸ μὲν γένει εἶναί ἐστιν ἐν τῷ κατὰ πολλῶν καὶ διαφερόντων κατηγορεῖσθαι, τὸ δ’ ἐν μέρει εἶναί ἐστι τὸ μετὰ πολλῶν εἶναι ὑφ’ ἕν τι ἢ γένος ἢ εἶδος. διὸ ἀναιρουμένῳ μὲν ἑνὶ τῶν ὑπὸ τὸ κοινὸν οὐ συναναιρεῖται τὸ κοινόν, διότι ἐστὶν ἐν πλείοσιν, εἰ δ’ ἀναιρεθείη τὸ κοινόν, οὐδ’ ἂν τῶν ὑπὸ τὸ κοινὸν εἴη τι, οἷς τὸ εἶναι ἐν τῷ ἐκεῖνο ἔχειν ἐν ἑαυτοῖς. |