Quaestiones

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 2. (Supplementum Aristotelicum, Volume 2. 2). Bruns, Ivo, editor. Berlin: Reimer, 1892.

Εἰ τῶν φυσικῶν ἀρχὴ καὶ στοιχεῖα ταῦτα περὶ ὧν εἴρηκεν ἐν τῇ Φυσικῇ ἀκροάσει Ἀριστοτέλης, ἔστι δὲ ταῦτα ἡ τε ὕλη καὶ τὸ εἶδος καὶ τὸ ποιητικὸν καὶ τὸ οὗ ἕνεκα, τὸ κυκλοφορητικὸν σῶμα ἤτοι οὐκ ἔσται φυσικὸν σῶμα, ἢ ἔσται ὕλη καὶ τὸ ὑποκείμενον ἐν ἐκείνῳ, ἢ οὐκ ἔσται πάσας τὰς ἀρχὰς τῶν φυσικῶν λέγων. τί γὰρ τὸ ὑποκείμενον ἐκείνῳ; ἀλλὰ μὴν φυσικὸν σῶμα κἀκεῖνο. πᾶν γὰρ σῶμα ἢ φυσικὸν ἢ μαθηματικόν, οὐκ ἔστι δὲ μαθηματικὸν ἐκεῖνο, ἐπεὶ πᾶν τὸ ἐν κινήσει τῇ ἐξ αὐτοῦ σῶμα φυσικόν, ἐν κινήσει δὲ ἐκεῖνο, εἴ γε καὶ ἀεικίνητον καὶ τὴν | αἰτίαν τῆς κινήσεως ἔχον ἐν ἑαυτῷ. ἢ εἰ ἡ φύσις κατ᾿ αὐτὸν ἀρχὴ κινήσεως καὶ στάσεως, ἐν οἷς ἐστι πρώτως καὶ οὐ κατὰ συμβεβηκός, οὐκ ἔχει δὲ ἐκεῖνο ἀρχὴν στάσεως ἐν ἑαυτῷ, οὐδ᾿ ἂν φύσιν ἔχοι. εἰ δὲ μὴ φύσιν ἔχοι, οὐδ᾿ ἂν φυσικὸν σῶμα εἴη. ἀλλ᾿ εἰ μὴ φυσικόν, ποῖόν τι; οὐ γὰρ δὴ μαθηματικόν, ἐπεὶ ἔμψυχόν ἐστι, πᾶν δὲ σῶμα ἔμψυχον φυσικόν. οὐ φυσικὸν δ᾿ ὃν σῶμα οὐκ ἔχει τὸ ὑποκείμενον ὕλην, εἴ γε ἡ ὕλη τὸ παρὰ μέρος τῶν ἐναντίων δεκτικόν. ἢ εἰ μὲν τὴν ὕλην ἔλεγεν εἶναι μόνον τὸ ἔσχατον ὑποκείμενον τῶν ἐναντίων παρὰ μέρος δεκτικόν, οὐκ ἂν ἦν ἐν τῇ [*](1 fortasse ταὐτὰ, item 11 et 12 2 καὶ om. a 3 ἁπλῆν] ῆ in lit. V 12 ἆσα V (corr. V2 ἢ—ἄρα superflua 13 πάντοσ V¹ (corr. V2) 14 οὐ κατὰ V2GFSB²: οὐδὲ κατὰ V¹B¹: fortasse οὔτε κατὰ ὑγείαν οὔτε 17 ἡ ὕλη BL Vict. 18 fortasse ἀρχαὶ ταῦτα] τὰ Sp. 19 Φ. Ἀ.] phys. ausc. II, 3. 194b16 ἡ ὕλη τε καὶ a Sp. 22 τὰς] ἴσ (ἴσως ?) ταύτας Vict. λέγειν a 24 αὐτοῦ V¹ (corr. V²) 25 γε ἐκεῖνο V1 (corr. V²) ἀεικίνητον V2B: ἀκίνητον V¹FSLa: ἀεὶ κινητὸν Vict. Sp. 26 εαυτῷι sic, ε infra v. V ἢ εἰ ἡ V²GBS²L: εἰ ἡ V¹S¹F: ἢ ἡ a: ἢ εἰ Vict. Sp. 29 ποῖόν τι V2B: ποιόν τι V¹G τὸ ποῖόν τι FL: ποῖον δὴ Sa Sp. 30 ἢ ἐπεὶ V1 (et ἢ, margini adscriptum, et prius ἐ punctis notat V2) B: ἐπεὶ G: ἐπεὶ SFa Sp. οὐ in mg. V1)

21
ὕλῃ περιειλημμένον τὸ ὑποκείμενον τῷ πέμπτῳ σώματι, εἰ δ᾿ ὁρίζεται τὴν ὕλην καὶ οὕτως, ἔσχατον ὑποκείμενον ἀρρύθμιστον καθ᾿ αὑτό, εἴη ἂν ἐν τῇ οὕτως ὕλῃ λεγομένῃ περιειλημμένον καὶ τὸ ἐν τῷ θείῳ σώματι ὑποκείμενον. κοινότερος γὰρ οὗτος ὁ λόγος τῆς κατὰ τὸ ὑποκείμενον ἀρχῆς καὶ περιέχων ἐν ἑαυτῷ ἀμφότερα τὰ ὑποκείμενα. οὐκ εἰ ἕτεραι δὲ ἀλλήλων αἱ ὗλαι, ἣ τε ἐν τῷ θείῳ σώματι ὑποκειμένη καὶ ἡ ἐν τοῖς ἐν γενέσει καὶ φθορᾷ, ἤδη καὶ σύνθετοι. εἰ μὲν γὰρ ἦν τι αὐταῖς ἕν τι ὑποκείμενον, ἔδει αὐταῖς διαφορῶν, καθ᾿ ἃς εἰδοποιηθεῖσαι ἔχουσαι ταὐτὸν ὑποκείμενον ἀλλήλων διαφέρουσι· εἰ δέ εἰσιν ἕτεραι, πάντῃ οὐκ ἀνάγκη αὐτὰς κατά τινας εἰδοποιοὺς διαφορὰς ἀλλήλων διαφέρειν· οὐδὲ γὰρ τὸ εἶδος καὶ ἡ ὕλη, ἐπεὶ ἕτερα ἀλλήλων, διὰ τοῦτο καὶ σύνθετα.