De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ ἐνεργῶν τότε κατ᾿ αἴσθησιν ὅμως τὴν αἰσθητικὴν ἔχει ψυχήν.

ἐντελέχεια οὖν ἐστιν ἡ ψυχὴ πρώτη. ///

ἐπεὶ δὲ πᾶν εἶδος καὶ πᾶσα ἐντελέχειά τινός ἐστι, δῆλον ὅτι ἀκόλουθόν ἐστι ἐπισκέψασθαι, τίνος.

τὸ μὲν οὖν εἶναι σώματος σχεδὸν ἤδη δέδεικται.

ὄντος γὰρ τοῦ ζῴου οὐσίας συνθέτου ἐξ ὑποκειμένου τε καὶ εἴδους, τὸ μὲν ὑποκείμενον ἦν σῶμα ἐν αὐτῷ, ἐντελέχεια δὲ ἡ ψυχή.

ἀλλ᾿ ἐπεὶ τῶν σωμάτων τὰ μέν ἐστι τεχνικά, τὰ δὲ φυσικά, ποδαποῦ τινος σώματός ἐστιν ἐντελέχεια ἡ ψυχή;

οὐ γὰρ δὴ ἐν παντί γε σώματι οἵα τε ψυχὴ γενέσθαι.

τεχνικοῦ μὲν οὖν οὐδενός· ἦν γὰρ ἂν καὶ αὐτὴ τεχνικὸν εἶδος ὡς τὸ τοῦ ἀνδριάντος, καὶ ἦν ἂν τὰ ζῷα ὑπὸ τέχνης γινόμενα, ὥσπερ τὰ ἀγάλματα, οὕτως δ᾿ οὐκ ἂν εἴη οὐδὲ οὐσία.

τὸ γὰρ τεχνικὸν εἶδος οὐκ οὐσία. φυσικοῦ τοίνυν σώματος ἐντελέχεια ἡ ψυχή (ἔστι δὲ σῶμα φυσικὸν τὸ ἀρχὴν ἔχον κινήσεως ἐν αὑτῷ), καὶ γὰρ καὶ τὸ ζῷον φύσει, οὗ μόριον ἡ ψυχή.

ἀλλ᾿ ἐπεὶ καὶ τῶν φυσικῶν σωμάτων εἰσὶν διαφοραί (τὰ μὲν γάρ ἐστιν αὐτῶν ἁπλᾶ, τὰ δὲ σύνθετα, καὶ οὐδενὸς τῶν ἁπλῶν σωμάτων ἐντελέχειά ἐστιν ἡ ψυχή·

οὔτε γὰρ τὸ τοῦ πυρὸς ούτε τὸ τοῦ ἀέρος οὔτε τὸ τοῦ ὕδατος, ἀλλ᾿ οὐδὲ τὸ τῆς γῆς εἶδός ἐστι ψυχή, ἐπεὶ μηδὲ ζῷόν τι τούτων) ποδαπόν τι σῶμα τὸ τοῦ ζῴου οὗ ἐστιν ἐντελέχεια ἡ ψυχή;

ἐπεὶ τοίνυν πᾶν σῶμα ψυχὴν ἔχον καὶ ζῶν τρέφεταί τε καὶ αὔξεται δι᾿ αὑτοῦ (ταύτῃ γὰρ τὸ ζῶν τοῦ μὴ ζῶντος διαφέρει), ἡ δὲ τροφὴ καὶ ἡ πέψις καὶ ἡ [*](3—5 τὸ δὲ εἶδος— αὐτοῦ] cf. p. 15, 29 sq. 6 ταδ᾿ K: τὰ δ᾿ a 7 ἤδη V ex. Vict: εἴδη Ka 8 ἐντελέχεια VK: ἐντελέχειᾳ a (ut 6) 10 παρουσία VKa ἂν οὖν scripsi: post ἂν videtur οὖν erasum esse V: ἂν Ka ὅτι V: ἄρα Ka 16 μουσικήν] sc. is est, qui 18 οὐδὲν γὰρ ἧττον κτλ.] cf. p. 16,12 23 οὐσία Ka 25 ποδαποῦ] post ο una lit. eras. V 28 ἂν om. Ka 31 αὐτῷ VKa 37 αὐτοῦ VKa)

104
προσθήκη τε καὶ αὔξησις δέονταί τινων ὀργάνων (τὰ μὲν γὰρ στόματος καὶ φάρυγγος καὶ κοιλίας καὶ ἐντέρων χρείαν ἔχει πρὸς ταῦτα, τὰ δὲ ῥιζῶν καὶ ἐντεριώνης καὶ φλοιοῦ· ὅσα δὲ τῶν ζῴων τελειότερα, πλειόνων κατ᾿ ἀναλογίαν χρήζει καὶ τῶν ὀργάνων, καὶ τῶν ψυχικῶν δυνάμεων πασῶν διά τινων οἰκείων ἐνεργουσῶν ὀργάνων, ὡς φανερόν ἐπὶ τῶν αἰσθήσεων), εἴη ἂν ἡ ψυχὴ ἐντελέχεια ἡ πρώτη σώματος φυσικοῦ ὀργανικοῦ. οὐδὲν γὰρ σῶμα οἷόν τε ζῆν ἢ ψυχὴν ἔχειν μὴ ὂν ὀργανικὸν μηδὲ ἔχον τὰ διακονησόμενα [*](143r) κονησόμενα ταῖς ψυχικαῖς δυνάμεσιν.

καὶ οὗτος μὲν ἂν ὅρος τε καὶ λόγος κοινότατος ψυχῆς εἴη.

ἐμπεριείληπται γὰρ ἐν αὐτῷ καὶ ἡ τῶν φυτῶν ψυχή.

γίνεται δὲ ὁ λόγος ἡμῖν περὶ ψυχῆς τῆς ἐν τοῖς θνητοῖς γινομένης σώμασιν.

ὅταν δὲ λέγωμεν τὴν ψυχὴν εἶναι σώματος φυσικοῦ δυνάμει ζωὴν ἔχοντος, οὐχ οὕτως τὸ δυνάμει κατηγοροῦμεν τοῦ σώματος τότε, ὡς εἰώθαμεν λέγειν ἐπὶ τῶν μηδέπω μὲν ἐχόντων τι, ἐπιτηδείων δὲ πρὸς τὸ δέξασθαι.

οὐ γάρ ἐστι τὸ σῶμα τοῦτο χωρὶς ψυχῆς πρότερον, εἶτα δέχεται τὴν ψυχήν, ἀλλ᾿ ἔστιν τὸ δυνάμει ζωὴν ἔχον τὸ δυνάμενον ζῆν, τουτέστιν τὸ ἔχον ὄργανα πρὸς τὰς κατὰ τὸ ζῆν ἐνεργείας καὶ ἔστιν ἴσον τὸ δυνάμει ζωὴν ἔχον᾿ τῷ ὀργανικόν᾿.

εἰ δέ ἐστιν ἡ ψυχὴ σώματος εἶδός τε καὶ ἐντελέχεια, δῆλον ὡς ἀσώματος ἔσται.

πᾶν γὰρ εἶδος ἀσώματον.

εἰ γὰρ εἴη καὶ τὸ εἶδος αὐτὸ σῶμα, ἤτοι ἀνείδεόν τε καὶ ἄποιον ἔσται (τοιοῦτον δὲ ἡ ὕλη), ἢ εἰ εἶδος ἕξει, καὶ τὸ εἶδος, ὂν σῶμα, ἄλλο εἶδος, εἰς ἄπειρον προελεύσεται.