De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔστι δὲ ἡ ψυχὴ ἐντελέχεια οὖσα δι᾿ ὅλου τοῦ σώματος.

πᾶν γὰρ ἔμψυχον τὸ ἐμψύχου μέρος.

καὶ ἔστιν ἐντελέχεια ἡ ψυχὴ οὔτε ὡς τὸ σχῆμα τῶν ἐσχηματισμένων, οὔτε ὡς ἡ θέσις καὶ τάξις τῶν συγκειμένων οὐθ᾿ ὡς διάθεσίς τις καὶ πάθος, οὔθ᾿ ὡς μῖξις ἢ κρᾶσις (ἡ μὲν γὰρ ἡδονὴ καὶ ἡ ἀλγηδὼν πάθος ἢ διάθεσις, ἀλλ᾿ οὐθὲν ἡ ψυχὴ τούτων), ἀλλὰ πάντως μὲν ἐν τῷ σώματι παραγίνεται ταῦτα (διὰ γὰρ τούτων τὰ ὄργανα οἷς ἡ ψυχὴ χρῆται), αὕτη δέ ἐστι δύναμίς τις καὶ οὐσία ἐπὶ τούτοις γινομένη.

// καὶ ἔστι τὸ σῶμα καὶ ἡ τούτου κρᾶσις αἰτία τῇ ψυχῇ τῆς ἐξ ἀρχῆς γενέσεως.

τοῦτο δὲ δῆλον ἐκ τῆς τῶν ζῴων διαφορᾶς κατὰ τὰ μόρια.

οὐ γὰρ ψυχαὶ διαπλάσσουσι τὰς μορφάς, ἀλλ᾿ ἐπὶ τῇ τούτων ποιᾷ συστάσει ἐπηκολούθησαν αἱ διάφοροι ψυχαί, συμμεταβάλλουσιν δὲ ἀλλήλοις·

ἔστι γὰρ ἀλλήλων ἥ τε ἐντελέχεια καὶ τὸ οὗ ἐντελέχεια.

ὅτι δὲ τῇ ποιᾷ κράσει τοῦ σώματος καὶ ἡ τῆς ψυχῆς ἕπεται διαφορά, δηλοῖ καὶ τὰ θηρία παρὰ τὴν ποιὰν κρᾶσιν τοῦ σώματος ἀλλοιοτέραν ἴσχοντα τὴν ψυχήν.

ἃς δέ φαμεν τῆς ψυχῆς ἐνεργείας εἶναι, οὐκ εἰσὶν τῆς ψυχῆς αὐτῆς καθ᾿ αὑτήν, ἀλλὰ τοῦ ἔχοντος αὐτήν.

ὡς γὰρ οὐ βαδίζει ἡ ψυχὴ αὐτὴ οὐδὲ παλαίει, ἀλλ᾿ ὁ ἔχων αὐτὴν ἄνθρωπος, οὕτω καὶ λυπεῖται καὶ ὀρέγεται καὶ [*](1 στόματος V: σώματα Ka 5 εἴη ἂν ἡ ψυχὴ κτλ.] cf. p. 16,2 8 fortasse δυνάμεσιν ⟨ὄργανα⟩ τε om. K 10 γίνεται δὲ κτλ.] cf. p. 28,25 11 ἔχοντος] alterum ο in lit. V 12 κατηγοῦμεν a 15—17 τὸ δυνάμενον—ζωὴν ἔχον om. K 17 ὀργανικόν] cf. p. 16,11 sq. 18 δῆλον ὡς ἀσώματος κτλ.] cf. p. 17,10 sq. 20 ἢ εἰ εἶδος m2, ἢ εἶδος m1 V: ἢ εἶδος Ka 25 ἀλγηδῶν Ka 26 ἀλλὰ] supra primam lit. paululum erasum V 27 τις supra lin. V 34 ἃς δέ φαμεν κτλ.] cf. p. 23, 8 sq., ubi superfluum supplementum meum 36 παλαίει V ex. Vict.: πάσχει K: παλαιὰ a)

105
χαίρει καὶ ὀργίζεται τὸ τὴν ψυχὴν ἔχον, ἀλλ᾿ οὐχὶ ἡ ψυχή·

πᾶσαι γὰρ αἱ λεγόμεναι τῆς ψυχῆς κινήσεις τοῦ συναμφοτέρου τοῦ ζῶντός εἰσιν.

εἰσὶ δὲ αἱ τῆς ψυχῆς δυνάμεις τάξιν ἔχουσαι πρὸς ἀλλήλας.

ἡ μὲν γάρ ἐστιν αὐτῶν πρώτη, ἡ δὲ δευτέρα, ἡ δὲ ἐπὶ ταύταις.

σημεῖον δὲ τοῦδε·

τὸ μὲν γὰρ πρώτην ἔχον οἷόν τε μὴ μετέχειν τῆς δευτέρας, τὴν δὲ δευτέραν ἀδύνατον ἔχειν ἄνευ τῆς πρώτης.

καὶ ἔστι πρώτη μὲν ἡ θρεπτική τε καὶ αὐξητικὴ καὶ γεννητική, ἣν ψυχὴν ἔχει καὶ τὰ φυτά· οὐ γάρ, ὥς τινες ἡγοῦνται, φύσις τοῦτο, ἀλλὰ ψυχῆς δύναμις ἡ πρώτη, ἐπεὶ φύσιν γε ἔχει καὶ τὰ ἁπλᾶ τῶν σωμάτων, ἀλλ᾿ οὔπω ζῆν φαμεν ταῦτα.

ἡ γὰρ φύσις ἀρχὴ κινήσεως ἐστιν.

πλέον δέ τι ἢ κατὰ ταύτην ἔχει τὰ φυτά· ἔχει γὰρ καὶ τὸ δι᾿ αὑτῶν τρέφεσθαί τε καὶ αὔξεσθαι καὶ γεννητικὰ εἶναι τῶν ὁμοίων, ἃ κατὰ τὸ ζῆν ὁρίζεται.

τὸ δὲ ζῆν παρουσίᾳ ψυχῆς.

δευτέρα δὲ ψυχῆς δύναμίς ἐστιν ἡ αἰσθητική, τὰ ζῷα ὁρίζεται, ἣν οὐχ οἷόν τε χωρὶς τῆς πρώτης ἔχειν.