De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὑποκείμενον γὰρ τὸ σῶμα.

ἔτι καὶ ἕκαστον τῶν ὄντων τόδε τι κατὰ τὸ εἶδός ἐστιν, οἶον ἀνδριάς, οἰκία, ναῦς, πῦρ, ὕδωρ, γῆ.

καὶ τὸ ζῷον δὲ κατὰ τὴν ψυχὴν ζῷόν ἐστι.

ὥστε ἡ ψυχὴ τὸ εἶδος.//

ἔτι εἰ τοῦτό ἐστιν εἶδος, οὗ μηκέτι παρόντος μηδ᾿

ὄντος ἐν τῷ ὑποκειμένῳ πέπαυται τόδε τι εἶναι ὃ πρότερον ἦν, καὶ τὸ ζῷον δὲ ζῷον εἶναι πέπαυται χωρισθείσης τῆς ψυχῆς ἀπὸ τοῦ σώματος (ὡς γὰρ ὁ πέλεκυς κατὰ τὸ σχῆμα πέλεκύς ἐστι καὶ ἔστιν εἶδος αὐτοῦ τοῦτο, καὶ εἰ ἦν ἔμψυχον, ἦν ἂν αὐτοῦ τὸ σχῆμα, ἀλλ᾿ οὐχ ὁ σίδηρος ἡ ψυχή, οὕτως καὶ ἡ ψυχὴ ἐν τῷ ζῴῳ ἀνάλογον οὖσα τῷ τοῦ πελέκεως σχήματι, κατὰ γὰρ ταύτην ζῷόν ἐστι τὸ ζῷον), εἴη ἂν ἡ κατὰ τὸ εἶδος οὐσία.

ἔτι εἰ, οἷς διαφέρει τὰ φυσικὰ σώματα ἀλλήλων, εἴδη ἐστίν, διαφέρει δὲ τῷ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα, εἴη ἂν καὶ ἡ ψυχὴ εἶδος.

ἔτι εἰ, ᾧ πρώτῳ ἐπιστάμεθα, ἐπιστήμη ἐστί (κατὰ γὰρ τὴν ἐπιστήμην ἐπιστάμεθα), καὶ ἔστιν ἡ ἐπιστήμη οὐχ ὑποκείμενόν τι, ἀλλ᾿ ὃ τὸ ὑποκείμενον δεξάμενον δευτέρως ἐπίστασθαι λέγεται (τοῦτο δ᾿ ἐστὶν ψυχή), καὶ ᾧ πρώτῳ ὑγιαίνομεν, τοῦτό ἐστιν ὑγίεια, τοῦτο δὲ οὐχ ὑποκείμενον (τὸ γὰρ σῶμα ὑποκείμενον, ὃ δέχεται τὴν ὑγίειαν, καὶ δευτέρως ὑγιαζόμενον τοῦτο), ἔστι δὲ καὶ, ᾧ πρώτῳ ζῶμεν, ψυχή, οὐδὲ ἡ ψυχὴ ὑποκείμενον, ἀλλὰ τοῦτο ὃ τὸ ὑποκείμενον [*](2 ἀνδριαντοποιικῆς V: ἀνδριαντοποιητικῆς a 5 δισκεύοντα V γρ. ex. Vict: διασκεύοντα a 9 post ἄλλο τι spatio octo versuum et unius paginae relicto plura deesse indicat V 10 fortasse ⟨οὐ γὰρ φθειρο⟩ μένης τῆς ψυχῆς κτλ. cf. 12, 5 12 λείπεται] cf. p. 12, 6 13 οὐ γὰρ κτλ.] cf. p. 30, 29 18 ἔτι καὶ κτλ.] cf. p. 6, 21 24 ἂν addidi 27 fortasse ⟨ψυχὴ⟩ εἴη ἂν ἡ κτλ., ut ψυχὴ ἄρα ἐστὶν ἡ κατὰ τὸ εἶδος οὐσία 103, 2 28 διᾳφέρει a 29—103, 3 ἔτι εἰ—κατὰ τὸ εἶδος οὐσία] cf. p. 31, 10—25 29 εἰ om. Ka 31 ὅ — δεξάμενον] cf. p. 101,23 et 31,18 32 ὑγειαίνομεν Ka 35 οὐδὲ] incipit apodosis τὸ ὑποκείμενον Ka)

103
δεξάμενον ζῆν καὶ αὐτὸ λέγεται δευτέρως, ὡς ὑγιαίνειν τὸ τὴν ὑγίειαν δεδεγμένον σῶμα καὶ ἐπίστασθαι ἡ τὴν ἐπιστήμην δεδεγμένη ψυχή.

ψυχὴ ἄρα ἐστὶν ἡ κατὰ τὸ εἶδος οὐσία.

τὸ δὲ εἶδος τελειότητά τε καὶ ἐντελέχειαν ὁ Ἀριστοτέλης λέγει.

ὥστε εἰκότως καὶ ἡ ψυχὴ οὐσία οὖσα ἡ κατὰ τὸ εἶδος ἐντελέχεια καλεῖται παῤ αὐτοῦ.

ἐπεὶ γὰρ τῶν ὄντων τὰ μὲν δυνάμει λέγεται εἶναι, τὰ δὲ ἐντελεχείᾳ, καὶ ἔστι τὰ ἐντελεχείᾳ εἶναι λεγόμενα τὰ ἤδη τὸ εἶδος, ὃ ἐδύνατο ἔχειν, ἔχοντα καὶ τὴν μορφήν, εἰκότως οὗ παρουσίᾳ τὸ δυνάμει τι ὂν εἰς τὸ ἐντελεχείᾳ γίνεται, ἐντελέχεια τοῦτο.

τὸ δὲ δυνάμει·

ζῷον, ὥσπερ τὸ σπέρμα, ἐντελεχείᾳ ζῷον γίνεται παρουσίᾳ ψυχῆς. //

εἴη ἂν οὖν καὶ οὕτως δεικνύμενον, ὅτι ἡ ψυχή ἐστιν εἶδός τε καὶ ἐντελέχεια.

ἔστι δὲ ἐντελέχεια ἡ μέν τις πρώτη, ἡ δὲ δευτέρα.

αἱ μὲν γὰρ ἐπιστῆμαι καὶ τέχναι καὶ ὅλως αἱ ἕξεις ἐντελέχειαι πρῶται, αἱ δὲ κατ᾿ αὐτὰς καὶ ἀπ᾿ αὐτῶν ἐνέργειαι ἐντελέχειαι δεύτεραι.

ὁ γὰρ μουσικὸς ἐντελεχείᾳ μέν ἐστι τοιοῦτος (ἔχει γὰρ τὴν μουσικήν), ἀλλ᾿ ἔστιν κατὰ τὴν πρώτην ἐντελέχειαν οὗτος ἐντελεχείᾳ λεγόμενος μουσικός, ἤδη δὲ καὶ ὁ ἐνεργῶν κατὰ τὴν μουσικήν, ὃς καὶ τὴν δευτέραν ἐντελέχειαν ἤδη προσείληφεν.

οὔσης τοίνυν διττῆς τῆς ἐντελεχείας ἡ ψυχὴ ἐντελέχειά ἐστιν ὡς ἡ ἕξις.

οὐδὲν γὰρ ἧττον ἔχει ψυχὴν καὶ ὁ μὴ ἐνεργῶν κατ᾿ αὐτήν, ὡς ὁ κοιμώμενος.