De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

εἰ μὲν οὖν εἰς τὴν εὐδαιμονίαν φήσουσιν, συνεργὸς ἂν ὁ κατὰ 158 v φύσιν εἴη βίος πρὸς εὐδαιμονίαν, οὕτως δὲ καὶ τὰ τούτου ποιητικά, καὶ οὐκ αὐτάρκης ἡ ἀρετὴ πρὸς αὐτόν, εἰ δὲ πρὸς ἄλλο τι φήσουσιν, ὁ αὐτὸς [*](1 οὕτως] fortasse ἁπλῶς 2 αὐτάρκεις] ει in lit. V ἔξω a 3 ὑγειῶς a 4—5 τὸ δὲ φάναι, ὥσπερ . . δύνασθαι χρῆσθαι, οὕτως κτλ.] cf. ἀνεπαίσθητος γάρ, ὃν λέγουσιν προεμπίπτειν, ὁ ἀήρ, οὗ τῇ ποσότητι τὸ διάστημα ἀναμετρεῖσθαι p. 135,5 φῶς γάρ τι ἐκπέμπεσθαι ἀπὸ τῆς ὄψεως, ὃ τῇ ἀπορροίᾳ. . . ἀναγγέλλειν p. 137,2 6 πρὸς διασταλτέον V 13 ἔχοντα v. c. ἔχον m1 V: ἔχοντα a 16 λέγεται] αι in lit. V προῆχθαι] αι in lit. V 18 ἐρέσθαι scripsi: ἔρεσθαι a: αιρεσθαι (sic) V 20 καὶ post αὐτὸ om. a ἀποπροηγμένον V Sylburg: ἀπὸ προηγουμένον a 21 ἢ Vualder: ἡ Va 27 ἀπὸ προηγμένον V 28 φορὰ V Sylburg: φορᾶ a 29 προηγμένος] ante ς una lit. eras. V 32 προηγμένον V Vualder Sylburg: προγμένον a)

168
καὶ περὶ ἐκείνου, καὶ τοῦτ᾿ εἰς ἄπειρον.

καθόλου δέ, εἰ ἡ ἀρετὴ αὐτάρκης πρὸς τὸ παρασχέσθαι τὸν βίον ἡμῶν ἄκρως εὐδαίμονα καὶ μακάριον, πῶς εὔλογος ἐξαγωγὴ τῷ τὴν ἀρετὴν ἔχοντι ἐν μακαρίῳ βίῳ ὄντι;

ὡς γὰρ ἄτοπον τὸ λέγειν τὸν Δία ἐθέλειν ἀποθανεῖν, οὕτως ἄτοπον καὶ τὸν ἐπίσης τούτῳ μακαρίως ζῶντα ἑαυτὸν ἐξάγειν εὐλόγως τοῦδε τοῦ βίου, τῶν μὲν σωματικῶν καὶ ἐκτὸς ἀδιαφόρων ὄντων καὶ μήτε ποιούντων τὴν εὐδαιμονίαν μήτε ἀναιρούντων, τῆς δὲ ἀρετῆς, ἣ μόνη καὶ κατασκευάζει τὸν μακάριον βίον καὶ φυλάττει βέβαιον παροῦσα, μηδέποτ᾿ ἂν ἀπολειπούσης τὸν σοφόν.

τὸ γὰρ μήτε παρόντος τινὸς κακοῦ μήτε προσδοκωμένου τῆς τε ἄκρας εὐδαιμονίας περὶ αὐτὸν οὔσης τὸν βίον ἀπολιπεῖν καὶ αὐτὴν τὴν ἀρετὴν βούλεσθαι θαυμάσιον καὶ τῷ κατὰ λόγον μαχόμενον.

πῶς γὰρ εὔλογον τὴν ἀρετὴν τοῦθ᾿ ὑποβάλλειν τῷ σοφῷ;

οὐδὲ γάρ, ὥσπερ ἐπὶ τῶν ἄλλων τινός, οὕτως δὲ καὶ ἐπὶ εὐδαιμονίας εὔλογον λέγειν, ἅλις ἔχειν.