De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐδεὶς γὰρ κόρος εὐδαιμονίας καὶ ἀρετῆς.

εἰς ἄπειρον γὰρ τῶν τελῶν ἡ ὄρεξις καὶ οὐκ ἐπ᾿ ἄλλο τι αὐτῶν ἡ ἀναφορά.

τὸ γὰρ εὔλογον ἐξαγωγὴν τίθεσθαι ἐξομολογούντων ἐστὶ τὸ ἀδύνατον εἶναι χωρὶς τῶν σωματικῶν καὶ ἐκτὸς εὐδαίμονα γενέσθαι βίον.

ἔτι εἰ εὔλογος μὲν ἡ ἐξαγωγή, κωλυθείημεν δὲ ἐξάγειν ἑαυτοὺς ἀπό τινος, πῶς οὐκ ἄθλιος ὁ βίος ἐν τοῖς τοιούτοις, δι᾿ ἃ ἦν εὔλογον ἐξάγειν ἑαυτόν;

εἰ δὲ ἄθλιος ὁ βίος, δῆλον ὡς οὐκ εὐδαίμων ἔτι·

ὥστ᾿ οὐδὲ ἀναπόβλητος ἡ εὐδαιμονία ἔσται κατά γε τοῦτο.