De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ δὴ κακόν γε ἐροῦσιν αὐτόν εἰ μὲν οὖν ἀγαθόν, πρῶτον μὲν πῶς οὐχὶ τὰ συμπληρωτικὰ αὐτοῦ καὶ ποιητικὰ ἀγαθὰ ἂν καὶ αὐτὰ εἴη, ὥστε ἀγαθὰ τὰ προηγμένα;

ἔπειτα δὲ οὐ μόνον ἔσται τὸ καλὸν ἀγαθόν·

καὶ γὰρ ὁ κατὰ φύσιν βίος, εἴ γε ἀγαθὸν καὶ πρὸς εὐδαιμονίαν ἔσται συντελῶν, εἴ γε ἡ εὐδαιμονία συμπλήρωσις ἀγαθῶν, ὥστε οὐκ αὐτάρκης πρὸς εὐδαιμονίαν ἡ ἀρετή.

εἰ δὲ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπές, πῶς οὐ γελοῖον τὰ ποιητικὰ αὐτοῦ προηγμένα λέγειν;

τί γὰρ μᾶλλον τὰ πρὸς τοῦτο φορὰ προηγμένα, ἢ τὰ πρὸς τὸ ἀντικείμενον αὐτῷ;

εἰ δὲ καὶ αὐτὸς προηγμένος τε καὶ ἀξίαν ἔχων ἐστὶν ὁμοίως ἐκείνοις, καὶ διὰ τοῦτον τοιαῦτα ἦν καὶ τὰ ποιητικὰ αὐτοῦ, εἰς τί προῆκται καὶ ἀξίαν ἔχει, πευσόμεθα παῤ αὐτῶν, ὥσπερ καὶ περὶ τῶν τούτου ποιητικῶν, ἐπεὶ πᾶν τὸ προηγμένον πρός τι προῆκται.