De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔτι οὐκ, ἐπεὶ πᾶσιν τοῖς πράγμασιν καλῶς χρῆται, ἤδη καὶ ἡ παντὸς χρῆσις εὐδαιμονική, ἀλλ᾿ ἡ τῶν βουλητῶν τοιάδε χρῆσις.

ἔστι δέ τινα καὶ ἀβούλητα τῷ σπουδαίῳ προσπίπτοντα, οἷς εὖ μὲν καὶ αὐτοῖς χρῆται, οὐ μὴν περὶ ταῦτα ἐνέργεια αὐτῷ καὶ ἡ τοιάδε χρῆσις τῶνδε εὐδαιμονική.

ἔτι τὰ οἰκεῖα προηγμένα καὶ εὔχρηστα καὶ ἀξίαν ἔχοντα πρὸς τί ποτε ταύτας ἔχει τὰς ὀνομασίας, εἰ μηδὲν συνεργεῖ πρὸς εὐδαιμο νίαν;

πᾶν γὰρ τὸ προηγμένον πρός τι προῆκται, καὶ τῷ φορὸν εἶναι πρὸς τὸ προκείμενον μᾶλλον ἄλλου διὰ τοῦτο λέγεται καὶ προῆχθαι πρὸς τὸ τέλος, καὶ ἡ προαγωγὴ αὐτῶν δῆλον ὡς συνεργεῖ πρὸς εὐδαιμονίαν.

εἰ δὲ μὴ πρὸς τοῦτο συνεργεῖ, πρὸς δὲ τὸν κατὰ φύσιν βίον, ἄξιον ἐρέσθαι περὶ τοῦ κατὰ φύσιν αὐτοὺς βίου, πότερον οὗτος ἀγαθόν ἐστιν, ἢ οὐκ ἀγαθὸν μέν, οἰκεῖον δὲ καὶ αὐτὸ καὶ προηγμένον, ἢ ἀλλότριον καὶ ἀποπροηγμένον ἢ ἀρρεπὲς ὅλως.

παρὰ γὰρ ταῦτα οὐδὲν οἷόν τε ἀποκρίνασθαι.