De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

Ὅτι φύσει τὸ δίκαιον, δείκνυται ἐκ τοῦ φύσει κοινωνικόν μὲν εἶναι τὸν ἄνθρωπον, μὴ δύνασθαι δὲ κοινωνίαν διαμένειν χωρὶς δικαιοσύνης.

ὅτι δὲ φύσει κοινωνικόν, δῆλον ἐκ τῆς ἐναργείας.

οὐ γὰρ τοιοῦτον ὁ ἄνθρωπος, ὡς μόνον βιοῦν καὶ ἐφ᾿ ἑαυτοῦ δύνασθαι.

ὡς οὖν τὰ ἄλλα ζῷα τὰ συναγελάζεσθαι πεφυκότα φύσει φαμὲν τοῦτ᾿ ἔχειν, οὕτως καὶ ὁ ἄνθρωπος φύσει ἂν ἔχοι τὸ κοινωνικὸς εἶναι, ἐν κοινωνίᾳ τῇ πρὸς ἀλλήλους [*](1 ἀκρατῆ V ex. Vict.: ἀκροατῆ a 2 φρωνήσεως a 3 ἕποιτ᾿  ἂν a 8 τὸ μὲν ex. Vict.: τὸν μὲν Va 9 ἂν εἴη m2, εἴη m1 V: ἂν εἴη a 12 fortasse τοῦτον scil. τὸν μὴ προσήκοντα σκοπόν 13 δύναμιν om. a 14 ἐν πᾶσιν om. a 15 κριτικὸς] τι in lit. V 16 πρακτοῖς ex. Vict.: πρακτικοῖς Va σκοπὸν ἔχειν α 17 ἔχει a: ἔχοι V fortasse πᾶσαν ⟨ἂν⟩ ἀρετὴν ἔχοι 20 φρονίμου scripsi: φρόνιμον Va 24 τάδε δὲ m2, τάδε m1 V: τὰ δὲ a 29 μὲν εἶναι τὸν ἄνθρωπον m2, εἶναι m1 V: μὲν εἶναι τὸν ἄνθρωπον a 30 δικαιωσύνης a 31 ἐνεργείας a)

157
ἀεὶ καταζῶν.

ἔτι τῶν μὲν συναγελάζεσθαι ζῴων πεφυκότων καίτοι φύσει τοῦτ᾿ ἐχόντων (ἐφ᾿ ὃ γὰρ ἐκ φύσεως ὁρμὰ τι, μήτε ἐκ διδασκαλίας μήτε ἐξ ἔθους μήτε ὑπ᾿ ἀνάγκης ἀγόμενον, τοῦθ᾿ ὑπάρχειν αὐτῷ φαμεν φύσει, οὕτω δὲ τὰ συναγελαζόμενα ζῷα τὸ σὺν ἀλλήλοις εἶναι ἔχει κατὰ φυσικὴν ὁρμήν), ἀλλ᾿ ὅμως, τούτων καίτοι πεφυκότων οὔτως, ἔστι που χωρίσαντα ἕν τι τῆς σὺν τοῖς ἄλλοις ἀνατροφῆς ἀνατρέφειν καθ᾿ αὑτό, καὶ διήρκεσέν τινα ἐπὶ πλεῖστον τῶν ἀλλήλοις συναγελάζεσθαι πεφυκότων ἐστερημένα τῆς ἐκείνων κοινωνίας.

ἄνθρωπος δὲ οὐδεὶς ἂν οὐδὲ διαρκέσαι χωρὶς ἀνθρώπων ἄλλων γενόμενος.

σημεῖον δὲ μέγιστον τοῦ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον, καὶ πολὺ πλέον τῶν ἄλλων ζῴων πάντων, τὸ καὶ μόνον λογικὸν εἶναι καὶ χρῆσθαι μόνον δύνασθαι λόγῳ, τὸν δὲ λόγον πρὸς μόνην τὴν μήνυσιν τῶν οἰκείων νοημάτων τε καὶ θεαμάτων τοῖς συνοῦσιν τὴν ἀναφορὰν ἔχειν.