De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐκέτι γὰρ ὧν χρὴ πράττειν ὁ φρόνιμος ἔσται κριτικός τε καὶ γνωριστικός·

ἀλλὰ μὴν ἐν πᾶσιν ὧν χρὴ πράττειν γνωριστικός τε καὶ κριτικὸς καὶ πρακτικὸς ὁ φρόνιμος.

ἐν πᾶσιν ἄρα ἕξει τοῖς πρακτοῖς ὑγιᾶ τὸν προκείμενον σκοπόν.

οὕτω δὲ καὶ πᾶσαν ἀρετὴν ἔχει, εἴ γε τῶν μὲν ἠθικῶν ἀρετῶν τὸ τέλος καὶ τὸν σκοπὸν τὸν ἄριστον τῶν πρακτέων ὁρίζειν, ὁ δὲ φρόνιμος ἐν πᾶσιν ἔχει τοῖς πρακτοῖς τὸν ἄριστον σκοπὸν ὡρισμένον.

δεινοῦ μὲν γὰρ τὸ πρὸς πάντα σκοπὸν τὰ συντείνοντα συνορᾶν, φρονίμου δὲ τὰ πρὸς τὸν ἄριστον.

εἰ οὖν ἀδύνατον μὲν κατά τινα τῶν ἠθικῶν ἀρετῶν χωρὶς φρονήσεως ἐνεργεῖν, ἡ δὲ φρόνησις οὖσα περὶ πάντα τὰ πρακτὰ συνάγει πάσας τὰς ἠθικὰς ἀρετὰς ἑαυτῇ (εἴ γέ ἐστιν ἕξις κατὰ λόγον πρακτικὴ περὶ πάντα τὰ ἀνθρώπου ᾗ ἄνθρωπος ἀγαθά, οὐ τάδε μέν, τάδε δὲ οὔ, ἀλλὰ πάντα), πᾶσαι ἂν ἕποιντο αἱ ἀρεταὶ τῇ φρονήσει.

οὐδὲ γὰρ ῥᾴδιον τῶν ἀρετῶν κατὰ τὸν Θεόφραστον τὰς διαφορὰς οὕτω λαβεῖν ὡς μὴ κατά τι κοινωνεῖν αὐτὰς ἀλλήλαις, γίνονται δ᾿ αὐταῖς αἱ προσηγορίαι κατὰ τὸ πλεῖστον.