De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὅτε γοῦν μηδεὶς ἡμῖν πάρεστιν, ἢ μὴ βουλόμεθα τῶν παρόντων τινὶ μηνῦσαι τι τῶν ἡμετέρων νοημάτων ἢ μαθεῖν τι παῤ ἐκείνου, τὴν ἡσυχίαν ἔχομεν ἀρκούμενοι τῷ διανοεῖσθαι μόνῳ.

ὥστε, εἰ πρός τι τούτῳ χρώμεθα μόνον τῷ δεδομένῳ παρὰ τῆς φύσεως ἡμῖν λόγῳ, μηθὲν δὲ ἡ φύσις μάτην ποιεῖ τε καὶ δίδωσιν, ὡς κοινωνικοῖς ἂν ἡμῖν εἴη τὸν λόγον δεδωκυῖα.

ἔτι καὶ ἐξ αὐτοῦ τοῦ θέσει λέγειν τὸ δίκαιον εἶναι μαρτυροῖτ᾿ ἂν τὸ φύσει κοινωνικὸν εἶναι τὸν ἄνθρωπον.

εἰ γὰρ δέονται μὲν τοῦ δικαίου καὶ τῆς συνθήκης ταύτης φυσικῶς πάντες ἄνθρωποι (οὐ γὰρ οἱ μέν, οἱ δὲ οὔ), τοῦτο δὲ ὡς τῆς κοινωνίας ὂν σωστικὸν παραλαμβάνουσιν, εἴη ἂν πᾶσιν ἀνθρώποις τὸ κοινωνικὸν ὑπάρχον φύσει.

φύσει δὲ οὔσης τῆς κοινωνίας ἀνάγκη καὶ τὸ δίκαιον αὐτοῖς ὑπάρχειν φύσει.

οὐ γὰρ οἷόν τε λέγειν τὸ δεῖσθαι δικαίου, μηκέτι δὲ εἶναι τὸ δίκαιον φύσει.

οὗ γὰρ χωρὶς ἀδύνατον εἶναί τι τῶν ὑπαρχόντων ἡμῖν, ἀνάγκη καὶ τοῦτο εἶναι φύσει.