De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

σημεῖον δὲ τούτου τὸ τὸν αἱρούμενόν τινα ταῦτα καὶ ἀγαθὰ εἶναι προειληφέναι), οὔτε τὴν τοῦ λογιστικοῦ χωρὶς τοῦ παθητικοῦ οἷόν τε ἀρετὴν ἔχειν οὔτε τούτων τινὰ χωρὶς ἐκείνης τε καὶ ἀλλήλων.

ἔτι εἰ τῷ μὲν εἰδέναι τὰ ἀγαθὰ ὅτι ἀγαθὰ [*](1 γνωρίζει] εἰ in lit. V 3 πράττει καὶ m2, πράττει m1 V: πράττει καὶ a 6 διαφέρουσιν delevi 7 εἷς a: εἷ sic V 12 ἔχει a 14 καὶ ἡ V: καὶ a 26—27 οὕτως δὲ—πλὴν ὁμωνύμως om. a 27 post ἀρεταί εἰσιν nonnulla excidisse videntur. fortasse εἰσιν, ⟨οὐκέτι δὲ χωρισθεῖσαι⟩ 31 τῷ καλῷ a 32 (et 37) λογιστικοῦ V: λογικοῦ a 33 δὲ supra lin. V 38 τἀγαθὰ a)

156
τὸ καὶ αἱρεῖσθαι ἕπεται (διὰ τοῦτο γὰρ τὸν ἀκρατῆ οὐδὲ κυρίως καὶ ἀπλῶς εἰδέναι φαμὲν) καὶ ἔστι τὸ μὲν εἰδέναι τῆς φρονήσεως, τὸ δὲ αἱρεῖσθαι τῶν ἠθικῶν ἀρετῶν, ἕποιντ᾿ ἂν τῇ φρονήσει αἱ ἠθικαὶ ἀρεταί·

ἀλλὰ καὶ ταύταις ἐκείνη, εἴ γε ἑκάστη αὐτῶν ἀρετή ἐστιν ἐν τῷ πράττειν κατὰ τὸν ὀρθὸν λόγον τουτέστιν κατὰ φρόνησιν.

ἀλλὰ καὶ ἀλλήλαις αἱ ἠθικαί, εἴ γε ὁ μίαν τούτων ἔχων ἔχει καὶ φρόνησιν καὶ τὰς ἠθικάς.

ἔτι εἰ πᾶσα κατὰ ἀρετὴν πρᾶξις ἐκ τοῦ τόν τε σκοπὸν τοιοῦτον ἔχειν καὶ οὕτω πως πράττεσθαι σύγκειται, καὶ ἔστιν τὸ μὲν τὸν σκοπὸν ὑγιῆ θέσθαι τῆς ἠθικῆς ἀρετῆς, τὸ δὲ γνωρίζειν τὰ συντείνοντα πρὸς τοῦτον τῆς φρονήσεως, πῶς ἂν εἴη κεχωρισμένη;

ἔτι εἰ ἀδύνατον φρόνησιν ἔχειν τὸν μὴ περὶ πάντα φρόνιμον, ὁ τὴν φρόνησιν ἔχων εἴη ἂν πάντων τῶν πρακτέων γνωριστικός.

ἀδύνατον δὲ ἐν οἷς μὴ ὁ προσήκων πρόκειται σκοπός, τὴν τὰ πρὸς τοῦτο συντείνοντα γνωρίζειν δυναμένην δύναμιν φρόνησιν εἶναι·