De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

οὐ γὰρ τῷ χωρίζεσθαι καὶ καθ᾿ αὑτὰς ὑφίστασθαι δύνασθαι ἀρεταὶ πᾶσαι καθ᾿ ἑκάστην καλοῦνται, ἀλλὰ τῷ δυνάμεώς τε εἶναι ἄλλης καὶ περὶ ὕλην ἄλλην ἐνεργεῖν.

ὅλον γάρ τι ἡ τέλειος ἀρετή, μέρη δὲ αὐτῆς ἀνδρεία σωφροσύνη δικαιοσύνη τῶν λοιπῶν ἑκάστη, οὐχ ἀπλῶς ἀρεταὶ οὖσαι, ἀλλὰ περὶ τάδε καὶ μετὰ προσθήκης·

ἁπλῶς γὰρ ἡ ὅλη.

ὡς οὖν ἐπὶ τῶν ἄλλων μερῶν ἐν τῷ ὅλῳ τὰ μέρη λαμβανόμενα τότε ἐστὶ μέρη, ὅταν ᾖ συμπληροῦντα τὸ ὅλον, χωρισθέντα δὲ καὶ καθ᾿ αὑτὰ γενόμενα οὐκέτι μέρη.

εἰ μὴ ὁμωνύμως, οὕτως δὲ καὶ [*](155v) αἱ ὡς μέρη ἀρεταὶ ἐν μὲν τῇ ὅλῃ οὖσαι ἀρεταίεἰσιν, πλὴν ὁμωνύμως τὰς ἐπιτηδειότητας καὶ τὰς εὐφυΐας εἰώθαμεν ἀρετὰς λέγειν.

ὡς γὰρ ὁ μίαν πρᾶξιν πράξας δικαίως οὐκ ἔστιν δίκαιος, εἰ μὴ ὅμοιος ἐν πάσαις εἴη, οὕτως οὐδὲ τὸν καλοῦ τινος χάριν πράσσοντά τινα περὶ μίαν ὕλην ἀρετήν τις ἂν ἔχειν λέγοι, εἰ μὴ πανταχοῦ καὶ ἐν πᾶσιν ὁμοίως τὸ καλὸν διώκοι.

ἔτι εἰ τοῦ μὲν λογιστικοῦ ἐστιν ἀρετὴ ἐπιστήμη καὶ γνῶσις τῶν ἀγαθῶν, τοῦ δὲ παθητικοῦ πρᾶξις τῶν ἀγαθῶν (οὔτε δὲ πράσσειν οἷόν τε τὰ ἀγαθὰ μὴ γνωρίζοντα αὐτὰ καὶ εἰδότα, οὔτε γνῶναι τἀγαθὰ οἷόν τε ὅτι ἐστὶν ἀγαθὰ μὴ αἱρούμενον αὐτὰ καὶ πρόσκλισιν ἔχοντα πρὸς αὐτά·