De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ὥστ᾿ οὐδέ, ὃ πράττει καὶ προαιρεῖται, πράξει καθὸ καλόν·

ὥσπερ γὰρ ὁ φίλοινος πρὸς πάντα οἶνον οἰκείως ἔχει, οὕτως δὲ καὶ ὁ φιλόκαλος πᾶν καλὸν αἱρεῖταί τε καὶ ἀσπάζεται.

ἔτι εἰ αἱ ἀρεταὶ ἀλλήλων διαφέρουσιν οὐ τῷ σκοπῷ, ἀλλὰ τῷ περὶ ἃ διαφέρουσιν (σκοπὸς μὲν γὰρ πάσαις αὐταῖς εἷς τὸ καλὸν πρόκειται, ἡ δὲ διαφορὰ αὐταῖς καθὸ ἡ μὲν περὶ τάδε τὰ πάθη, θάρρη φέῤ εἰπεῖν καὶ φόβους, ἡ δὲ περὶ τὰς δι᾿ ἁφῆς ἡδονάς, ἄλλη δὲ περί τινα ἄλλα), ὁ μίαν ἔχων ἀρετὴν καὶ τὸν κοινὸν πάσης ἀρετῆς σκοπὸν τὸ καλὸν ἔχει.

ὁ ἔχων δὲ τοῦτο τῶν ὑπ᾿ αὐτοῦ πραττομένων σκοπὸν πάντα ἂν τούτου χάριν πράττοι.

οὕτως δὲ πάσας ἂν τὰς ἀρετὰς ἔχοι σκοπὸν τὸ καλὸν ἐν πᾶσιν οἷς πράττει ποιούμενος.

ἔτι εἰ πᾶσα ἀρετή τινος ἀκρότης ἐστὶ τῆς φύσεως τῆς ἐκείνου, εἴη ἂν καὶ ἡ ἀνθρώπου ἀρετὴ ἀκρότης ἀνθρώπου φύσεώς τε καὶ ψυχῆς.

ἔστι δὲ ἡ τοῦ ἀνθρώπου ψυχὴ λογικὴ μέν, οὐχ ἁπλῶς δέ, ἀλλ᾿ ἔχουσα δυνάμεις πλείους (τὴν μὲν γὰρ λογικὴν κυρίως, τὴν δὲ ὡς ὑπακούουσαν λόγῳ), καὶ ἀρετὴ εἴη ἂν αὐτοῦ ἡ καθ᾿ ἕκαστα τῶν τῆς λογικῆς ψυχῆς δυνάμεων ἀκρότης, ὥστε μία τις ἐξ αὐτῶν οὐδ᾿ ἂν ἀρετὴ εἴη ἀνθρώπου λαμβανομένη καθ᾿ αὐτήν.