De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

[*](2 ὀρεκτικοῖς a 4 αὑτοὺς V 5 αὑτῶν V ὠκειώμεθα Va 9 ἐν τῷ ὀγδόῳ τῶν Νικομαχείων] ὀγδόῳ (i. e. ἐν τῷ Θ) scripsi: ἐνάτῳ Va cf. Arist. Eth. Nic. 8,2 1155 b 17—27 11 γὰρ τὸ Aristoteles: γάρ τοι V: γάρ τι a ἐν τῷ ἐνάτῳ] ἐνάτῳ (i. e. ἐν τῷ I) scripsi: δεκάτῳ Va cf. Eth. Nic. 9,8 1168 a 35—b 10 12 διαφανῆ a 15 αὐτοῦ a 16 πλῶς ἡμᾶς αὐτοὺς ὀρεγόμεθα a αὐτοὺς ἡμᾶς] cf 152,26 ἐκείνων a 17 αὑτῶν V καὶ μοχθηρῶς ἄρα καὶ λυπηρῶς] videtur supplendum esse ἔχοντες οὐκ ἄλλοι ἡμεῖς ἡμῶν αὐτῶν 18 fortasse εἰσὶν δέ, οἳ cf. 5,10 et 168,24 19 εἶναι om. a 20 ἐν Ἠθικοῖς Νικομαχείοις] Ar. Eth. Nic. 2,2 1104 b 30 27 τοῦτο] το in lit. V 30 βεργίνιος a Σωσικράτης] σωκράτης a 31 ἐνέργεια a 33 τοῦ a: τὸ V fortasse ζῆν ⟨ἐνεργεῖ⟩ ἐνεργείας 34 ἡδίαι V)

152
τελειότης δὲ τοῦ δυνάμει παντὸς τὸ ἐνεργείᾳ γενέσθαι τοῦθ᾿ ὃ ἦν δυνάμει, καὶ ἔστιν τὸ ζῷον οὐκ ἐν τῷ ἐνεργεῖν, ἀλλ᾿ ἐν τῷ δύνασθαι.

καὶ γὰρ κοιμώμενοι ζῶσιν.

ὀρεγόμενος ἄρα τοῦ ἐνεργείᾳ εἶναι ὀρέγοιτ᾿ ἂν τῆς οἰκείας τελειότητος.

ἀγαθὸν δ᾿ ἑκάστῳ τοῦτο, ὥστε τούτου ὀρεγόμεθα.

ἀκολουθεῖ δὲ τοῖς τιθεμένοις πρῶτον οἰκεῖον τὸ εἶναι καὶ ζῆν κατ᾿ ἐνέργειαν γειαν καὶ τὸ ἡδονὴν εἶναι λέγειν τὸ πρῶτον οἰκεῖον καὶ τὸ ἀγαθόν.

ἀλλὰ καὶ τὸ τέλος συνᾴδει τούτῳ. τὸ γὰρ ἐνεργεῖν κατὰ τὸν νοῦν καὶ τὸ ἐνερ γείᾳ νοητὸν εἶναι τὸ τέλος ἐστίν, ὃ ἤρτηται ἐκ τοῦ οἰκειῶσθαι ἡμᾶς πρὸς τὸ κατὰ δύναμιν.

τελειωθεὶς δὲ ὁ ἄνθρωπος ἐν τῷ νοητικὸς εἶναι τὸ εἶναι ἔχει.

δεῖται δὲ τὸ λεγόμενον διαρθρώσεως καὶ διορισμοῦ, πότερον γὰρ ὡς πάσης τῆς ἀπὸ τοῦ ζῆν ἐνεργείας ἡδείας οὔσης εὐθὺς τῷ γενέσθαι ὀρεγόμεθα αὐτῆς ἡμεῖς, ἢ οὐ πάσης, ἴσως γὰρ οὐ τῆς ἀρίστης, αὕτη γὰρ τελική τε καὶ ἐσχάτη.

ἢ λέγουσιν τῇ καθό ἐσμεν;

ἐσμὲν δὲ τότε αἰσθητικοί (ὥστε τῆς κατ᾿ αὐτάς), ὕστερον δὲ λογικοί.

ἐν δὲ τῷ δεκάτῳ τῶν Νικομαχείων λέγει·

ἑκάστῳ ἡ κατὰ τὴν οἰκείαν ἕξιν αἱρετωτάτη ἐνέργεια.

αὗται μὲν αἱ περὶ τοῦ πρώτου οἰκείου δόξαι κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου.

διαρθρώσεως δὲ ἐπιμελεστέρας ὁ τόπος δεῖται.

ἐπεὶ γὰρ διττὸν τὸ τέλος, ὥς φησιν Ἀριστοτέλης, τὸ μὲν ὅ, τὸ δὲ ᾧ, τὸ μὲν ὃ ὡς ἡ εὐδαιμονία (τοῦτο γὰρ πάντων ἔσχατον καὶ μέγιστον τῶν ἀγαθῶν καὶ σκοπός), τὸ δὲ ἡμῖν (τελικώτατον γὰρ ἡμῖν τοῦτο τὸ ἡμῖν τὴν εὐδαιμονίαν περιγενέσθαι), καὶ ὡς μὲν πρὸς τὰ πράγματα ἡ εὐδαιμονία τέλος καὶ σκοπός, ὡς δὲ πρὸς ἡμᾶς ἡμεῖς εὐδαιμονοῦντες.

διττοῦ τοίνυν τοῦ τέλους ὄντος, δεῖ καὶ περὶ τὰς ἀρχὰς διφυΐαν τινὰ εἶναι, ἑκάστης ἀρχῆς κατὰ τὴν συνέχειαν τῶν ὀρεκτῶν ἐπὶ τὸ οἰκεῖον τέλος ἀγούσης.

ἔστιν οὖν ὥς φαμεν καὶ τὸ πρῶτον ὀρεκτὸν σύνθετον.

ἡμεῖς τε γὰρ ἡμῖν αὐτοῖς ἐσμεν οἰκειότατοι καὶ οὐχ ἁπλῶς πρὸς ἑαυτοὺς οἰκειώμεθα, ἀλλὰ τοῦ αὐτοῖς ἡμῖν περιγενέσθαι τὰ ἀγαθά.

τοῦτ᾿ οὖν τὸ πρῶτον οἰκεῖον τὸ ἡμέτερον ἀγαθόν, καὶ τούτου ὀρεγόμεθα.

ἐπεὶ δὲ εὐθὺς γενομένους ἀδύνατον τοῦ ἀληθῶς ἀγαθοῦ ἀντίληψιν ἴσχειν, τοῦ φαινομένου ἀγαθοῦ ὀρεγόμεθα.