De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἔσται γὰρ τὸ φιλητὸν φαινόμενον᾿·

καὶ ἐν τῷ ἐνάτῳ δὲ ὁμοίως λέγει·

τοῖς λόγοις δὲ τούτοις τὰ ἔργα διαφανεῖ᾿ ἕως·

῾ φιλητέον δὴ μάλιστα ἑαυτόν᾿.

ἀδιάρθρωτος δὲ ἡ δόξα.

ἡμᾶς γὰρ φιλοῦμεν ἤτοι ὡς ὀρεκτὰ ὄντας καὶ ὥσπερ πρᾶγμά τι ἄλλο ἄλλου κεχωρισμένον ἡμῶν, οὖ ὀρεγόμεθα (οὐδὲν γὰρ αὐτοῦ ὀρέγεται οὐδὲ τοῦ παρόντος αὐτῷ καθὸ [*](151v) πάρεστιν), ἢ τοῦ εἶναι αὐτοὺς ἡμᾶς ὀρεγόμεθα ἁπλῶς, ἐπεὶ μὴ ἐκείνως οἷόν τε.

οὐ γὰρ ἡμεῖς γε ἡμῶν αὐτῶν ἄλλοι.

καὶ μοχθηρῶς ἄρα καὶ λυπηρῶς.

καὶ γὰρ ἐν τούτοις ὄντες ὅμως ἐσμέν.

εἰσὶν δὲ οἱ λέγοντες ἡδονὴν εἶναι κατὰ Ἀριστοτέλη τὸ πρῶτον οἰκεῖον, κινούμενοι καὶ αὐτοὶ ἐξ ὧν ἐν Ἠθικοῖς Νικομαχείοις λέγει.

τρία γάρ φησιν εἶναι τὰ ὀρεκτά, τὸ καλόν, τὸ συμφέρον, τὸ ἡδύ. ὀρεκτὸν δέ τι καὶ πρὸς ὃ οἰκειώμεθα.

ἀλλὰ τοῦ μὲν καλοῦ καὶ τοῦ συμφέροντος ἀντιλαμβανόμεθα προϊόντες τῇ ἡλικίᾳ, τοῦ δὲ ἡδέος εὐθύς.

εἰ οὖν μόνα μὲν ταῦτα ὀρεκτά τε καὶ οἰκεῖα, πρῶτον δὲ τούτων τὸ ἡδύ, καὶ πρῶτον ἂν ἡμῖν οἰκεῖον εἴη τοῦτο.

ἔτι εἰ ὄρεξις μὲν πᾶσα ἀγαθοῦ ἢ φαινομένου ἀγαθοῦ, ἀλλὰ τὸ μὲν ὡς ἀληθῶς ἀγαθὸν τελικόν, τὸ δὲ φαινόμενον οὐ τοιοῦτον, φαινόμενον δὲ ἀγαθὸν τὸ ἡδύ, πρῶτον ἂν ἡμῖν τοῦτο εἴη ὁρεκτὸν κατὰ φύσιν.

καὶ τοῦτο δὲ ἀδιαρθρώτως λέγεται.

ἡδέος γὰρ ὀρεγόμεθα ἢ τοῦ ἁπλῶς ἢ τοῦ πῇ, ὃ κατά τι ἡδύ ἐστιν, ἁπλῶς μηδὲν ἔχοντες οἰκεῖον πρὸς αὐτό, ἴνα ἡμῖν περιγένηται.

Βεργίννιος δὲ Ῥοῦφος καὶ πρὸ αὐτοῦ Σωσικράτης φησίν, ἕκαστον ὀρέγεσθαι τῆς τελειότητος καὶ τοῦ ἐνεργείᾳ εἶναι, δηλονότι ἀνεμποδίστως ἐνεργοῦντα.

διὸ καὶ ἡμῖν φησιν ὀρεκτὸν εἶναι τὸ εἶναι ἐνεργείᾳ, τουτέστιν τὸ ζῆν καὶ τὰς ἀπὸ τοῦ ζῆν ἐνεργείας οὔσας ἡδείας.

αἱ γὰρ τοιαῦται ἐνέργειαι κατὰ φύσιν, ἕως ἂν ὦσιν ἀνεμπόδιστοι, ἡδεῖαι.

ἀλλὰ ἑκάστῳ ἡ τελειότης ἀγαθόν.