De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

φαινόμενον δὲ ἀγαθὸν τὸ ἡδύ.

τὸ ἄρα ἡμῖν ἡδύ ἐστι τὸ πρῶτον οἰκεῖον, τουτέστιν τὸ φαινόμενον ἀγαθόν, ὅπερ, εἰ καὶ τοῖς ἄλλοις εἰρηκόσιν τὸ πρῶτον οἰκεῖον ἀκόλουθόν ἐστι λέγειν διὰ τὴν ἀνάγκην τῆς ἐκ τῶν λόγων ἀκολουθίας, ἀλλ᾿ αὐτοί γε οὐ διελόντες οὐδὲ διαστειλάμενοι, οἱ μὲν ἡμᾶς ἔφασαν εἶναι, οἱ δὲ τὸ πρᾶγμα τὸ ἐκτὸς τὸ ἡδὺ τὸ πρῶτον οἰκεῖον, οὐδεὶς δὲ αὐτῶν συνθεὶς τὸ πᾶν ἐξειργάσατο.

ἀμφότεροι μὲν οὖν ὑγιῶς λέγουσιν, ἅμα ἑκάτεροι δὲ οὐχ ὑγιῶς.

ἢ καὶ ὁ λέγων ἑκάστῳ οἰκεῖον εἶναι τὸ ἐνεργείᾳ εἶναι καὶ ζῆν καὶ τὴν καθὸ τὸ εἶναί [*](4 τελειότητος] ς in lit. V 8 οἰκειῶσθαι V: οἰκειοῦσθαι a cf. Ind. 10 πότερον] π in lit. V 11 (et 151,33) ἡδίας V 13 καὶ τε a τῇ] fortasse τὴν 14 τῆς κατ᾿ αὐτὰς] scil. τῆς κατὰ τὰς αἰσθήσεις ἐνεργείας ὀρεγόμεθα cf. 153,4 ἐν δε τῷ δεκάτῳ τῶν Νικομαχείων] Ar. Eth. Nic. 10,6 1176 b 26 17 ὥς φησιν Ἀριστοτέλης] cf. de animal. gen. 2,6 742 a 22, phys. ausc 2,2 194 a 35 19 ἔσχατον] ον in lit. V ᾧ fortasse ᾧ ⟨ὡς⟩ 23 τὴν om. a 25 τε add. v. c. V αὑτοῖς V οὐχ] χ in lit. V 26 τοῦ] fortasse τὸ αὑτοις V 28 ἀληθῶς] ω in lit. V 32 ἀλλ᾿ αὐτοί γε a: ἀλλὰ τοίγε V 33 οἱ μὲν V: ἡμῖν a 36 καὶ ζῆν V: ζῆν a)

153
ἐστιν αὐτῷ ἐν συνεχείᾳ (τὸ γὰρ κατὰ φύσιν, καθό ἐστι τὸ εἶναι ἑκάστῳ, ἡδύ τε καὶ οἰκεῖον καὶ πρῶτον ὀρεκτόν) διηρθρωμένως λέγει.

τὸ γὰρ παιδίον τῷ μηδέπω λογικὸν εἶναι οὐκ ἂν εἴη πρῶτον οἰκειωμένον τῇ κατὰ τοῦτο ἐνεργείᾳ, ἀλλὰ ἐπεὶ αἰσθητικόν ἐστι ταῖς κατὰ τὰς αἰσθήσεις ἐνεργείαις εἴη ἂν προσοικειωμένον καὶ ἔτι τῷ τρέφεσθαι.

ὀρεγόμενα δὲ τῆς καθό ἐστιν ἐνεργείας ἀνεμποδίστου, τοῦ τε οἰκείου ἀγαθοῦ καὶ τῆς ἡδονῆς ἂν ὀρέγοιτο, εἴ γέ ἐστιν ἡδονὴ ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος καὶ ἔτι τοῦ αὐτοῖς περιγενέσθαι αὐτήν (τῆς γὰρ ἰδίας ἐνεργείας ὀρέγονται).

ὁ γὰρ τῆς οἰκείας ἐνεργείας τῆς καθό ἐστι δυνάμει ὀρεγόμενος ὀρέγεται μὲν δηλονότι τῆς ἀνεμποδίστου (τὸ γὰρ κωλυτικὸν καὶ ἐμποδιστικὸν τῆς ἐνεργείας φευκτὸν τῷ ὀρεγομένῳ αὐτῆς), ἅμα δὲ ἡ τοιαύτη καὶ ἡδεῖα.

ὀρέγεται δὲ οὐχ ἀπλῶς ἐνεργείας, ἀλλὰ τοῦ αὐτὸ ἐνεργεῖν καὶ τῆς οἰκείας τοῦ αὐτὸ ἥδεσθαι ὀρέγοιτο ἂν μᾶλλον δὲ ἐπεὶ ἡ ἡδονὴ ἕπεται τῇ τοιαύτῃ ἐνεργείᾳ πρὸς ἣν οἰκειοῦται πρώτην.

οὐ γὰρ σκοπὸν τῆς ὀρέξεως τὴν ἡδονὴν πεποίηται, ἀλλὰ ἔχει ἑπομένην αὐτὴν τῇ ἐνεργείᾳ.

πᾶν γὰρ τὸ κατὰ φύσιν ἡδύ.

οὐ γὰρ ἡσθεὶς πρῶτον, εἶθ᾿ οὕτως ὀρέγεται τοῦ δι᾿ οὗ ἥσθη.

οὐ γὰρ δὴ λόγου γε ἡ φύσις οἰκείου χρήζει, ἀλλ᾿ ἕπεται τῇ τοιᾷδε ἀρχῇ τοῖς γινομένοις φύσει πάντως τὰ μετ᾿ αὐτὴν καὶ τοιόνδε τέλος, εἰ μηδὲν ἐμποδίζοι, οὐ προνοηθὲν ὡς ἐπὶ τῶν τεχνῶν, ἀλλ᾿ οὕτω κατεσκευασμένον.

σύμφωνον δὲ τῇ τοιαύτῃ ἀρχῇ καὶ τὸ τέλος τὸ κατὰ Ἀριστοτέλη, [*](155r) ὂν ἐνέργεια κατὰ ἀρετήν.

λέγει δὲ ἐν τῷ δεκάτῳ τῶν Νικομαχείων Ηθικῶν καὶ Ἀριστοτέλης οὕτως περὶ τούτου·

ὀρέγεσθαι δὲ τῆς ἡδονῆς οἰηθείη τις ἂν ἅπαντας.

ὅτι καὶ τοῦ ζῆν ἄπαντες ἐφίενται.

ἡ δὲ ζωὴ ἐνέργειά τίς ἐστι, καὶ ἕκαστος περὶ ταῦτα καὶ τούτοις ἐνεργεῖ, ἃ μάλιστα ἀγαπᾷ.

ἡ δὲ ἡδονὴ τελειοῖ τὰς ἐνεργείας, καὶ τὸ ζῆν δέ, οὗ ὀρέγονται.

εὐλόγως οὖν καὶ τῆς ἡδονῆς ἐφίενται·

τελειοῖ γὰρ ἑκάστῳ τὸ ζῆν ὅπερ ἐστὶν αἱρετόν᾿.