De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

ἐνεργείᾳ μὲν ἀεὶ τὸ ἐν τοῖς θείοις καὶ αἰδίοις διαφανές·

ἀνεπίδεκτα γὰρ [*](3 κρίνειν V ex. Vict.: κρίνει a πάθει a 5 ἀλλοιουμένοις m2, ἠλλοιωμένοις m1 V: ἀλλοιουμένοις a 10 ἐν αὐτῷ m2, ἐν ταὐτῷ m1 V: ἐν αὐτῷ a 16 τοῦ ὁρᾶσθαι πεφυκότος] sc. μεταστάντος 17 μεταβολήν] cf. οὐδ᾿ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα 144, 18 22 τοσούτου V: τοιούτου a 26 οὕτως] ω in lit. V πορωτέρω V 29 ἄπισιν V 30 δείκνυσιν ὁ Ἀριστοτέλης] cf. Prael. γινόμενον] ν post ο in lit. V 30—31 τοῦ γὰρ—ὁρᾷ] in quavis particnla eius temporis, per quod quis videt, id (quod videt) videt 32 τε om. a)

144
τὰ ἀίδια τοῦ δυνάμει.

δυνάμει δέ ἐστι διαφανὲς τὸ ἐν τοῖς ἐν γενέσει.

τοῦτο γάρ, ὥσπερ οὖν καὶ τὰ ἄλλα τὰ ἐν γενέσει, ἐκ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ πρόεισιν, καὶ ἔστιν ὁ ἀὴρ καὶ ὅσα παῤ ἡμῖν διαφανῆ πρὸ τῆς παρουσίας τοῦ φωτίζειν πεφυκότος ὕλη τοῦ κατ᾿ ἐνέργειαν διαφανοῦς τουτέστιν τοῦ φωτός, ἡ δὲ τοῦ φωτίζοντος παρουσία διαφανές τε αὐτὸ ποιεῖ καὶ χρώννυσιν τρόπον τινά.

τὸ γὰρ φῶς οἷον χρῶμα τοῦ διαφανοῦς ἐστιν.

ἔστι δὲ διαφανὲς οὔτε ὁ ἀὴρ καθὸ ἀὴρ οὔτε τὸ ὕδωρ καθὸ ὕδωρ.

ἔστι γὰρ πλείω σώματα διαφέροντα κατ᾿ εἶδος ἀλλήλων κοινόν τι τὸ τῆς διαφανείας πάθος ἔχοντα.

καὶ γὰρ τὸ ἀίδιον σῶμα καὶ ὁ ἀὴρ καὶ τὸ ὕδωρ, καὶ αἱ ὕελοι δὲ καὶ λίθοι τινὲς ταύτης κεκοινωνήκασιν τῆς φύσεως.