De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

τὸ μὲν οὖν ἀίδιον σῶμα ἀεὶ κατ᾿ ἐνέργειάν ἐστι διαφανές, ὥσπερ εἴρηται, τὰ δ᾿ ἄλλα ποτὲ μὲν δυνάμει, ποτὲ δὲ ἐντελεχείᾳ, καὶ ἡ μὲν τοιαύτη φύσις δεκτικὴ φωτός.

ὅσα δὲ μὴ κεκοινώνηκεν τῆς τοιᾶσδε φύσεως, ἀνεπίδεκτα τούτου.

διὰ τοῦτο οὔτε διὰ τοίχου τὸ φῶς οὔτε διά τινος ἄλλου τῶν μὴ διαφανῶν χωρεῖ, ὅτι μόνη ἡ τοῦ διαφανοῦς φύσις πέφυκεν ταυτὶ πάσχειν.

τρόπον τινά, καθάπερ εἰρήκαμεν, ὡς οἰκεῖον χρῶμα τὸ φῶς δεχομένη.

χρωματίζεται δὲ ταῦτα καὶ φωτίζεται οὐ σώματός τινος χωροῦντος δι᾿ αὐτῶν, ἀλλ᾿ οὐδ᾿ αὐτὰ κατὰ τὴν ἐν αὐτοῖς μεταβολὴν ἀλλοιωθέντα δέχεται τὸ φῶς, παρουσία δὲ πυρὸς ἢ τοιούτου τινὸς ἐν διαφανεῖ ἡ αἰτία γε αὐτοῦ.

οὐ γὰρ πυρὸς παρουσία μόνον φωτίζει τὸ διαφανές, ἀλλ᾿ ἔστιν καὶ τὸ αἰθέριον σῶμα τοιοῦτον καὶ ἄλλα τινὰ μόρια ζῴων θαλαττίων τε καὶ χερσαίων καὶ πτηνῶν καὶ λίθων τινῶν γένη, ἃ πάντα, τοιαῦτά ἐστιν, οὐ ῥᾴδιον ἑνὶ περιλαβεῖν ὀνόματι.

διὸ ῥητέον τὸ φῶς πυρὸς ἢ τοιούτου τινὸς παρουσίαν ἐν τῷ διαφανεῖ εἶναι.

ἔτι εἰ τὸ σκότος, στέρησις ὂν φωτός, ἀπουσία τούτων ἐστὶν ἢ γίνεταί γε τῇ τούτων ἀπουσίᾳ, εὔλογον καὶ τὸ φῶς τὴν τούτων λέγειν εἶναι παρουσίαν.