De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

καὶ ὃ μέγιστόν ἐστι σημεῖον τοῦ μὴ ἀλλοίωσιν μηδὲ κίνησιν εἶναι διαφανοῦς τὸ γινόμενον·

πᾶν γὰρ τὸ κινούμενον ἐν χρόνῳ κινεῖται καὶ πρῶτον ἐπὶ τὰ ἐγγυτέρω πρόεισιν καὶ ἐν ἐλάττονι χρόνῳ, εἶθ᾿ οὕτως ἐπὶ τὰ πορρωτέρω καὶ ἐν πλείονι, τὸ δὲ φῶς καὶ τὰ εἴδη τῶν ὁρωμένων ἀθρόως καὶ ὁμοίως ἐν παντὶ τῷ κατὰ ταῦτα διαφανεῖ γίνεται, ὥσπερ καὶ ἡ σκιὰ καὶ τὸ σκότος.

καὶ γὰρ ἅμα ἐξ ἅπαντος τοῦ διαφανοῦς ἄπεισιν τὸ φῶς καὶ ἅμα ἐν παντὶ γίνεται.

διὰ τοῦτο δὴ καὶ ἀχρόνως δείκνυσιν ὁ Ἀριστοτέλης γινόμενον τὸ ὁρᾶν.

τοῦ γὰρ χρόνου, ἐν ᾧ τις ὁρᾷ, τούτου ἐν ᾡ τινιοῦν μορίῳ καὶ τῷ τυχόντι τοῦτο ὁρᾷ.

ἃ δὲ μὴ δεῖται χρόνου πρὸς τὸ συμπληρωθῆναί τε καὶ τελειωθῆναι, ταῦτα ἀχρόνως γίνεται.

οὐ γὰρ τὸ εἶναι, ἀλλὰ τὸ δεῖσθαι χρονικοῦ διαστήματος πρὸς τὸ τελειωθῆναί τε καὶ γενέσθαι ὅλον οὕτως οὐδὲ τὸ ἥδεσθαι ἐν χρόνῳ γίνεται.

τῶν δὲ διαφανῶν τὰ μέν ἐστιν ἐνεργείᾳ διαφανῆ, τὰ δὲ δυνάμει.