De anima libri mantissa

Alexander of Aphrodisias

Alexander of Aphrodisias. Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora, Pars 1. (Supplementum Aristotelicum, Volume 2. 1). Bruns, Ivo, editor. Berlin: Reimer, 1887.

[*](152v) ἔστι δὲ οὐ τοιαύτη ἡ ἐν τῷ ἀέρι καὶ τῷ διαφανεῖ τῷ κατὰ δύναμιν ὑπό τε τοῦ πυρὸς καὶ τῶν χρωμάτων τροπή, ὁποίαν φαμὲν ἐν τοῖς ἀλλοιουμένοις γίνεσθαι.

ἡ μὲν γὰρ ἀλλοίωσις κίνησίς ἐστιν καὶ ἐν χρόνῳ γίνεται καὶ κατὰ μεταβολήν, τὸ δὲ διαφανὲς οὐχ οὕτως τὸ φῶς καὶ τὰ χρώματα δέχεται, ὡς ἠλλοιῶσθαι καὶ ταῦτα, ἀλλ᾿ ἔστιν οὕτως λεγόμενον πάσχειν τὸ διαφανές, ὡς εἰ καὶ τὸν δεξιὸν γενόμενόν τινος πεπονθέναι λέγοι τις μήτε κινηθέντα αὐτὸν μήτε τι πάθος ἀναδεξάμενον ἐν αὐτῷ.

τοιαύτη γὰρ καὶ ἡ τοῦ διαφανοῦς τροπὴ κατά τε τὸ φῶς καὶ τὰ χρώματα·

τῇ γὰρ τοῦ φωτίζοντος ἢ κεχρωσμένου παρουσίᾳ τοιοῦτον τὸ διαφανὲς γίνεται, ὡς καὶ τῇ τοῦ ἐξ ἀριστερῶν παραστάντος σχέσει ὁ δεξιός·

σημεῖον δὲ τοῦ τοῦτον ἔχειν τὸν τρόπον, ὅτι ὡς ὁ δεξιὸς παύεται δεξιὸς ὢν μεταστάντος τοῦ ἀριστεροῦ, οὕτως καὶ τὸ φῶς παύεται μεταστάντος τοῦ φωτίζοντος, ὁμοίως δὲ καὶ τοῦ ὁρᾶσθαι πεφυκότος παύεται τοιοῦτον εἶναι ὡς οὐδὲν πάθος ἀναδεξάμενον κατὰ τὴν ἐν αὐτῷ μεταβολήν, ἀλλὰ γενομένης αὐτῷ τῆς δοκούσης ἀλλοιώσεως κατὰ σχέσιν.

καὶ ἔοικεν καὶ τὸ φῶς καὶ τὰ χρώματα ἐν τῷ διαφανεῖ γίνεσθαι ὥσπερ καὶ ἡ σκιὰ τρόπον τινά.

ὡς γὰρ ἡ σκιὰ τῇ τοῦ ἐπισκοτεῖν πεφυκότος παρουσίᾳ ἐν τοῖς ἐπισκοτουμένοις γίνεται, οὕτως δὲ καὶ τὸ φῶς καὶ τὰ χρώματα.

ἀθρόως γοῦν καὶ ταῦτα τοσοῦτον καὶ οὕτως τοῦ ἀέρος ἐπιλαμβάνει, ὅσον δύναται ἀπὸ τοῦ τοσούτου διαστήματος ἐπιλαβεῖν, ὥσπερ καὶ ἡ σκιά.