In Aristotelis Analyticorum Priorum Librum I Commentarium

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis analyticorum priorum librum I commentarium (Commentaria in Aristotelem Graeca 2.1). Wallies, Maximilian, editor. Berlin: Reimer, 1883.

[*](p. 32a 9)

’Ev ἀμφοτέροις δὲ καὶ καταφατικῶν καὶ στερητικῶν ὄντων.

Εἰπὼν ἐν ἀμφοτέροις, τίσιν ἀμφοτέροις λέγει, ἐδήλωσε διὰ τοὐ καὶ καταφατικῶν καὶ ἀποφατικῶν ὄντων. <ἢ> ἐν λέγει περὶ τῶν προειρημένων, τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος, ὡς δι’ ὧν ἐπιφέρει δηλοῖ· ἐν γὰρ τούτοις ἄν τε καταφατικὸν συμπέρασμα ᾖ ἄν τε ἀποφατικόν, ἐν ἑκατέρῳ αὐτῶν ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι ἐν πᾶσι τοῖς σχήμασιν. καθ᾿ ὃ δὲ δεῖ ὁμοίαν εἶναι [*](1 τοῦτο a: τὸ BM post ἀμφοτέρων add. οὐσῶν M δὲ pro δ’ M 3 ἔσται M 4 ἄν a 5 ante αὐτοῦ add. καὶ M ἔσται M 6 τινι om. M τοῦ ὑπάρχειν BM: ὑπάρχον a 7 γενέσθαι a 9 ante ἐκ add. τῆς a 11 γενέσθαι συμπέρασμα a ἡ addidi εἴη post ἀναγκαία (12) transponit a 12 ἢ addidi καὶ ἐπὶ a 15 τῷ Β1 corr.: om. aM 19 ἂν Μ: om. aB 20 ὥστε . . . συμπέρασμα (21) om. a 21 post δὲ expunxit καὶ Β 22 καὶ τὸ ... τὸ γὰρ (23) om. M 23 οὔσης a: om. Β; cf. p. 150,21 24 καὶ om. a 28 ἢ addidi post ἀμφοτέροις add. γὰρ a 31 ἑκατέροις M 32 post εἶναι prius add. ἐν a)

154
καὶ τὴν ἑτέραν τῶν κειμένων προτάσεων τῷ συμπεράσματι, λέγει καὶ προστίθησιν, [*](50r) ἐπεὶ ἐγχωρεῖ γε καὶ ἀμφοτέρας ὁμοίας εἶναι τῷ συμπεράσματι. ἢ ἐπὶ τῶν μίξεων, περὶ ὧν νῦν λέγει, οὐχ οἷόν τε τοῦτο. πῶς οὖν ὅμοιον ἐν ταῖς προειρημέναις μίξεσι, λέγει· εἰ μὲν γὰρ ὑπάρχον, φησίν, ὑπάρχουσαν, εἰ δ’ ἀναγκαῖον, ἀναγκαίαν. οὐκέτι γάρ, εἰ ἐπὶ μέρους τὸ συμπέρασμα, καὶ τῶν προτάσεων δεῖ τὴν ἑτέραν ἐπὶ μέρους εἶναι πάντως διὰ τὸ ἐν τῷ τρίτῳ σχήματι καὶ τῶν δύο καθόλου οὐσῶν ἐπὶ μέρους γίνεσθαι τὸ συμπέρασμα. ἢ καὶ τότε δυνάμει ἐπὶ μέρους εἴληπται· δηλοῖ δὲ ἡ εἰς τὸ πρῶτον σχῆμα ἀναγωγὴ τῆς συζυγίας δι’ ἀντιστροφῆς γινομένη, δι’ ἧς ἡ ἑτέρα τῶν καθόλου ἐπὶ μέρους γίνεται. δύναιτο δ’ ἄν τὸ ἐν ἀμφοτέροις τῆς μίξεως εἶναι δηλωτικόν· ὅταν γὰρ ἐν ταῖς συζυγίαις ἀμφότερα ᾖ, καὶ τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον, δεῖν φησι τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι κατὰ τὸν τρόπον. δῆλον δὲ καὶ ὅτι ἀποφατικοῦ τοῦ συμπεράσματος ὄντος ἀποφατικὴν δεῖ πρότασιν κεῖσθαι, ὃ οὐδὲ αὐτὸ πρόσκειται διὰ τὸ περὶ τοῦ ἀναγκαίου καὶ ὑπάρχοντος μόνων αὐτὸν λέγειν νῦν, ἐπεὶ χρήσιμον ἔσται τοῦτο αὐτῷ τετηρημένον πρὸς τὰ μέλλοντα. ὅτι δὲ τὸ πρὸ ὀλίγου ῥηθὲν ἐπὶ τῆς ἐν τρίτῳ σχήματι ἐκ δύο καθόλου καταφατικῶν συζυγίας εἶπε τὸ μὴ ἔσεσθαι τοῦ ὑπάρχειν συλλογισμόν, ἄν μὴ ὦσιν αἱ προτάσεις ἀμφότεραι ἐν τῷ ὑπάρχειν, νῦν ἐδήλωσε· λέγων εἰ] γὰρ καθόλου νῦν εἶπεν ἀνάγκη τὴν ἑτέραν πρότασιν ὁμοίαν εἶναι τῷ συμπεράσματι, εἰ μὲν ὑπάρχον, ὑπάρχουσαν, ὡς δυναμένου καὶ ἐκ μιᾶς ὑπαρχούσης τοῦ ὑπάρχειν συμπεράσματος γίνεσθαι.

[*](p. 32a 12)

Ὥστε καὶ τοῦτο δῆλον, ὅτι οὐκ ἔσται τὸ συμπέρασμα οὗτ’ ἀναγκαῖον οὔθ᾿ ὑπάρχον εἶναι μὴ ληφθείσης ἀναγκαίας ἢ ὑπαρχούσης προτάσεως.

τούτῳ κέχρηται μὲν ἤδη ποτέ, <ὅτε> δείξας ψεῦδος συναγόμενόν τι τῇ ὑποθέσει τῇ τὸ συμπέρασμα ἀναγκαῖον εἶναι ἐν τῇ μίξει τῇ ἐξ ὑπαρχούσης τῆς μείζονος καὶ τῇ ἐξ] ἀναγκαίας τῆς ἐλάττονος ἀνῄρει μὲν τὴν ὑπόθεσιν, ἐλάμβανε δὲ ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα· ἐλάμβανε γὰρ τοῦτο οὐ δι’ ἄλλο τι, ἢ ὅτι ἔδει ἐπὶ τῇ τοιαύτης συζυγίας μίξει ἢ ἀναγκαῖον ἢ ὑπάρχον γίνεσθαι συμπέρασμα. ὡς | χρήσιμον ὂν δὲ αὐτῷ καὶ πρὸς τὰ μέλλοντα [*](50v) [*](2 γε om. M 4 λέγειν a 5 δὲ Μ 7 σχήματι καὶ periit in M 8 τότε aB: τὸ M 10 τῶν periit in M 12 ἀμφοτέραις M 14 δεῖ om. M 15 αὐτῷ a ante ὑπάρχοντος add. τοῦ aM 16 αὐτὸν aB: αὐτῶν M τοῦτ’ M πρὸς aB: εἰς M 17 τῆς BM: τοῖς a 19 ἀμφότεραι ὦσιν αἱ προτάσεις M 20 λέγων aB: εἰπὼν M εἰ delevi 21 ὡς om. a 22 ὑπάρχειν aB: ὑπάρχοντος M συμπέρ[ασμα] a: unc. incl. perierunt in M γενέσθαι Μ 26 τούτῳ M: τούτων aB κέχρηται a: χρῆται BM ὅτε addidi τι συναγόμενον M 27 εἶναι aB: συναγούσῃ M ἐν aB: ἐπὶ M 28 τῇ ἐξ repetit BM: om. a ἀνῄρει . . . συμπέρασμα (29) om. a 29 γὰρ aB: δὲ M 30 ante τοιαύτης add. τῆς M τοιαύτῃ συζυγίᾳ omisso μίξει a ἢ ὑπάρχον ἢ ἀναγκαῖον M 31 γενέσθαι a ante συμπέρασμα add. τὸ M δὲ ante ὃν transponit a: om. M)

155
τὸ μὴ δύνασθαι μήτε ἀναγκαίας μήτε ὑπαρχούσης εἰλημμένης προτάσεως [*](50v) ἐν τῇ συμπλοκῇ ἀναγκαῖον ἢ ὑπάρχον γίνεσθαι τὸ συμπέρασμα ἐπισημαίνεται. ἐπιζητήσειε δ’ ἄν τις πρὸς αὐτόν, πῶς τοῦτο ὑγιὲς ἄν εἴη ἐπὶ τῆς ἀναγκαίας· ἐπὶ μὲν γὰρ τοῦ ὑπάρχοντος ὑγιὲς εἷναι φαίνεται· δοκεῖ γὰρ ἀναγκαῖον γίνεσθαι τὸ συμπέρασμα καὶ μηδετέρας τῶν προτάσεων οὔσης ἀναγκαίας. ἰδοὺ γοῦν τὸ κινεῖσθαι παντὶ ἀνθρώπῳ καὶ ἄνθρωπος παντὶ περιπατοῦντι ὑπαρχόντως, καὶ τὸ κινεῖσθαι παντὶ περιπατοῦντι ἀναγκαίως. ἡ ἐπειδὴ μὴ τοιοῦτον ἀεί, <ἀεὶ> δέ, ὅταν ἡ ἀναγκαία καὶ ὑπάρχουσα, εἴρηκε, λαμβάνωνται, ὅμοιον τὸ συμπέρασμα, διὰ τοῦτο εἶπε μὴ γίνεσθαι ἀναγκαῖον, εἰ μὴ κἂν ἡ ἑτέρα τῶν προτάσεων ἀναγκαία εἴη. ἢ ὅτι τὸ ἀναγκαῖον τῇ τοῦ τρόπου προσθήκῃ σημαίνεται, ὃς οὐ προστεθήσεται, εἰ μὴ εἴη καὶ μιᾷ προτάσει προσκείμενος. ἢ εἴ τις μὴ τῇ προσθήκῃ τὸ ἀναγκαῖον κρίνοι ἀλλὰ τῇ φύσει τοῦ πράγματος, καὶ τὸ κινεῖσθαι παντὶ ἀνθρώπῳ <ἂν> ἀναγκαῖον εἴη, εἰ καὶ αὐτὸς αὐτῇ συνήθως ὡς χρῆται· οὐδέποτε γὰρ ἔστιν, ὅτε μὴ κινεῖται ἄνθρωπός τις ἢ ζῷον ὅλως. ἢ δεῖ καὶ τὸ πῶς τῷ ἀνθρώπῳ ὑπάρχειν τὸ κινεῖσθαι λαμβάνεται προσδιορίζεσθαι· οὕτως γὰρ ὑπάρχουσά τε ἔσται, καὶ εὑρεθήσεται καὶ ὁ τρόπος τοῦ συμπεράσματος· οὐ γὰρ ἐξ ἀνάγκης τὸ κατ’ ἀλλοίωσιν κινεῖσθαι παντὶ περιπατοῦντι, ὅ ἐστι συμπέρασμα, εἰ εἴη τῷ ἀνθρώπῳ παντὶ τὸ κινεῖσθαι κατ’ ἀλλοίωσιν ὑπάρχον. ἢ οὐδὲ ἄν ληφθῇ πᾶν τὸ περιπατοῦν ἄνθρωπον εἶναι, πάντα δὲ ἄνθρωπον κινεῖσθαι, οὐδὲ οὕτως τὸ συμπέρασμα τὸ ‘πᾶν τὸ περιπατοῦν κινεῖται’ ἀναγκαῖον ἁπλῶς, ἀλλὰ μετὰ προσδιορισμοῦ <τοῦ> ‘ἔστ᾿ ἄν περιπατῇ’· οὐ γὰρ πᾶν τὸ περιπατοῦν ἐξ ἀνάγκης κινεῖται, εἴ γε μηδὲ περιπατεῖν ἀναγκαίως τὸ περιπατοῦν ἀληθές, ἀλλ’ ὡς εἶπον, μετὰ διορισμοῦ τοὐ ‘ἔστ᾿ ἄν περιπατῇ’.

[*](p. 32a 15)

Περὶ μὲν οὖν τοῦ ἀναγκαίου, πῶς γίνεται.

Τοῦτ᾿ ἔστι, πῶς ἀναγκαῖον γίνεται τὸ συμπέρασμα γίνεται δέ ποτε καὶ <ἐκ> τῆς ἑτέρας, ὅταν ἡ μείζων ἀναγκαία ᾖ), καὶ ὅτι ταῖς ὑπαρχούσαις ὁμοίως αἱ ἀναγκαῖαι συμπλεκόμεναι γίνονται συλλογιστικαί, καὶ ὅτι διαφέρει τοῦ ὑπάρχοντος τὸ ἀναγκαῖον τῇ ἀιδίῳ ὑπάρξει. λέγεται δὲ περὶ τοῦ ὡς συμπεράσματος ἀναγκαίου.

[*](2 γίνεσθαι τὸ συμπέρασμα . . . τὸ γὰρ ὑπάρχον τινὶ ἀναγκαῖον (p. 156, 28) om. Β, in quo deest folium unum 3 ἐπιζητήσαι Μ 4 ὑγιὲς a: ἀναγκαῖον KM γὰρ (post δοκεῖ) KM: δ’ a 6 καὶ ἄνθρωπος παντὶ περιπατοῦντι (7) om. M: καὶ ἄνθρωπος . . . ὑπαρχόντως (7) om. Κ T ἐξ ἀνάγκης a 8 ἀεὶ alterura addidi post καὶ repetit ἡ a 9 εἴρηκε a et M, ut videtur, corr.: εἴρηται Κ λαμβάνοντι Κ 10 τῶν προτάσεων KM: πρότασις a 12 προσκείμενον aK 14 ἄν addidi συνήθως] συνήθ periit in Κ ὡς om. a 16 ἡ δεῖ a: ἤδη ΚΜ 16. 17 προσδιορίζεσθαι a: προσδιορί- χ΄ (??) ζεται KM 20 ὑπάρχον a: ὕπαρ Κ: ὑπάρχει M 22 τὸ om. M διορισμοῦ a τοῦ addidi (cf. vs. 25) 23 post ἂν add. γὰρ a 24 μὴ Κ περιπατεῖν a: περιπατεῖ KM ante τὸ add. καὶ M 25 ἄν γὰρ omisso τοῦ, ut vs. 23, a 26 οὖν a et Ar.: om. K πῶς a et Ar.: οὕτως K 28 ἐκ a: om. KM)
156
[*](p. 32a 16)

Περὶ δὲ τοῦ ἐνδεχομένου μετὰ ταῦτα λέγομεν, πότε [*](50v) καὶ πῶς καὶ διὰ τίνων ἔσται συλλογισμός.

Ἐπὶ τὸν τρίτον διορισμὸν τῶν προτάσεων μέτεισιν· οὗτος δ’ ἐστὶν ὁ κατὰ τὸ ἐνδεχόμενον. καὶ δείκνυσι πρῶτον, πότε ἐξ ἐνδεχομένων ἀμφοτέρων προτάσεων γίνεται συλλογισμός, καὶ πῶς συμπλεκομένων πρὸς ·ἀλλήλας, καὶ τίνων· οὗτε γὰρ αἱ τυχοῦσαι συμπλακεῖσαι ποιοῦσι συλλογισμὸν οὔτε, ὡς ἔτυχεν, ὥσπερ οὐδὲ ἐπὶ τῶν ὑπαρχουσῶν καὶ ἀναγκαίων.

[*](p. 32a 18)

Λέγω δὲ ἐνδέχεσθαι καὶ τὸ ἐνδεχόμενον, οὗ μὴ ὄντος ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἔστι διὰ τοῦτ’ ἀδύνατον· τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν.

Μέλλων περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων γινομένων συλλογισμῶν εἰπεῖν πρῶτον ὁρίζεται τὸ ἐνδεχόμενον. ὁρίζεται δὲ οὐ τὸ ὁμωνύμως λεγόμενον οὐ γὰρ οἷόν τέ τι ὁμωνύμως λεγόμενον ὁρίσασθαι), ἀλλ’ ἀποτεμόμενος τοῦ ἐνδεχομένου τὸ παρὰ τὸ ἀναγκαῖόν τε καὶ ὑπάρχον· ἔδειξε γάρ, ὅτι τὸ ἐνδεχόμενον καὶ κατὰ τούτων κατηγορεῖται. διὰ δὲ τοῦ εἰπεῖν τεθέντος δ’ ὑπάρχειν ἐδήλωσεν, ὅτι πρὸς τῷ μὴ εἶναι ἀναγκαῖον οὐδὲ ὑπάρχον ἐστίν· τοιοῦτον γὰρ τὸ κατὰ τὴν τρίτην πρόσρησίν ἐστιν ἐνδεχόμενον διαφέρον τοῦ τε ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος τῷ μηδέπω εἶναι τοῦτο, ὃ λέγεται δύνασθαι εἷναι. εἴη ἄν οὖν κυρίως ἐνδεχόμενον, ὃ μὴ ἔστι μέν, τεθὲν δὲ εἶναι οὐδὲν ἀδύνατον ἑπόμενον ἔχει. καὶ εἴη ἄν | τοῦτο [*](51r) ὡς κυριώτερον εἰρηκὼς περὶ αὐτοῦ ‘οὗ μὴ ὄντος τεθέντος δ’ ὑπάρχειν᾿· τὸ γὰρ μὴ ὂν οὐδ’ ἀναγκαῖον, οὐ μὴν τὸ μὴ ἀναγκαῖον ἤδη καὶ μὴ ὄν. ἢ ἀμφότερα ἀπέφησε τοῦ ἐνδεχομένου, καὶ τὸ ἀναγκαῖον καὶ τὸ ὑπάρχον, τὸ μὲν ἀναγκαῖον διὰ τοῦ εἰπεῖν οὗ μὴ ὄντος ἀναγκαίου, τὸ δ’ ὑπάρχον διὰ τοῦ τεθέντος δ’ ὑπά·ρχειν· τὸ γὰρ τεθέντος ἀπέφησεν αὐτοῦ καὶ τὸ ὑπάρχον. ἢ διὰ τοῦ εἰπεῖν οὗ μὴ ὄντος ἀναγκαίου ἀπέφησεν αὐτοῦ καὶ τὸ ὑπάρχον· κατηγορεῖται γὰρ κατ’ αὐτὸν καὶ κατὰ τοῦ ὑπάρχοντος τὸ ἀναγκαῖον· τὸ γὰρ ὑπάρχον τινὶ ἀναγκαῖον ὑπάρχειν αὐτῷ, ἔστ’ ἄν ὑπάρχῃ. ὁ γοῦν Θεόφραστος ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν λέγων [*](1 Περὶ τοῦ ἐνδεχομένου superscr. a λέγωμεν a (BCifn) 3 προσδιορισμὸν a οὗτος a: αὐτὸς KM δὲ aK 4. 5 ἐνδεχομένου ἀμφοτέρας προτάσεως Κ προτάσεων ἀμφοτέρων a 6 τίνων KM: τούτων a 11 θέλλων Κ ἐξ superscr. M γινομένων aK: τῶν M 12 εἰπεῖν M: λέγειν aK ὁρίζεται . . . ἐνδεχομένου (14) om. M 13 οὐ γὰρ . . . ὁρίσασθαι om. Κ 14 post καὶ rcpetit τὸ a 15 post εἰπεῖν add. ὅτι a 16 δὲ aK οὐδ’ aK 17 ἐστιν alteram om. a 18 καὶ τοῦ ὑπάρχοντος om. M 19 εἶναι om. M post εἴη add. δ’ aK 20 μὲν τεθὲν δὲ KM θὲν δὲ periit in Κ): μετεθὲν δ’ a 21 κυριώτερον a: κυριώτατον KM 23 ἀναγκαῖον] γκαῖον periit in Κ 23. 24 τὸ μὲν ἀναγκαῖον aK: ἡ M 24 τὸ δ’ . . . γὰρ τεθέντος (25) om. M 26 ἢ διὰ . . . ὑπάρχον (27) om. aM 27 αὑτὸν corrcxi: αὐτοῦ ΚΜ: αὐτοὺς a 28 ὑπάρχειν] hinc iterum Β 29 ὑπάρχῃ BM: ᾖ a)

157
περὶ τῶν ὑπὸ τοῦ ἀναγκαίου σημαινομένων οὕτως γράφει· ‘τρίτον τὸ [*](51r) ὑπάρχον· ὅτε γὰρ ὑπάρχει, τότε οὐχ οἷόν τε μὴ υπαρχειν. ιδιον οε του ἐνδεχομένου τὸ τὸ μὴ ὂν ὑποτίθεσθαι εἶναι· ἐπεὶ καὶ τὸ ὑπάρχον καὶ τὸ ἀναγκαῖον ἄν λάβῃ τις εἶναι, οὔτε ἀδύνατόν τι ἀκολουθήσει, καὶ ἔσται ἐφαρμόζων ὁ λόγος καὶ τῷ ἀναγκαίῳ καὶ τῷ ὑπάρχοντι. διὸ ἴδιον τοῦ ἐνδεχομένου τὸ μὴ ὑπάρχον αὐτὸ ὡς ὑπάρχον ὑποτεθὲν μηδὲν ἀδύνατον ἔχειν ἑπόμενον. ᾧ γὰρ ἀδύνατόν τι ὑποτεθέντι ἕπεται, ἀδύνατον τοῦτο· δυνατῶ δὲ ὑποτεθέντι οὐκέτι ἀδύνατον, ὡς δείξει, ὡς εἶναι ἴδιον αὐτοῦ οὐ τὸ μὴ ὑπάρχειν, ἀλλ’ ὅταν μὴ ὑπάρχον ὑποτεθῇ ὑπάρχειν, μηδὲν συμβαίνειν ἀδύνατον.

[*](p. 32a 21)

Ὅτι δὲ τοῦτ᾿ ἔστι τὸ ἐνδεχόμενον, φανερὸν ἔκ τε τῶν καταφάσεων καὶ τῶν ἀποφάσεων τῶν ἀντικειμένων.

Ὅτι τὸ ἐνδεχόμενον τοιοῦτόν ἐστιν, ὁποῖον αὐτὸς ὡρίσατο, δείκνυσι. γνωριμώτερον δ’ ἔσται τὸ λεγόμενον, ἄν τὸ ὑπ’ αὐτοῦ μετ’ ὀλίγον λεγόμενόν τε καὶ δεικνύμενον προλάβωμεν ἤδη· φανερώτερον γὰρ ἡμῖν τὸ λεγόμενον ἔσται δι’ αὐτοῦ. ἔστι δέ, ὃ δείξει, τοῦτο· ὧν ἀντιφάσεων τὰ ἕτερα μόρια ἀλλήλοις ἕπεται, τούτων τῶν ἀντιφάσεων καὶ τὰ λοιπὰ μόρια ἀνάγκη ἕπεσθαι ἀλλήλοις, ἐπεὶ κατὰ παντὸς τὸ ἕτερον μόριον τῆς ἀντιφάσεως, ὡς καὶ ἐνταῦθα προσέθηκεν. ἔστωσαν γὰρ λόγου χάριν δύο τινὲς καταφάσεις, ἥ τε Α καὶ ἡ Β, κἂ ἔστωσαν ἀντιφατικαὶ ἀποφάσεις αὐτῶν τῆς μὲν Α ἡ Γ τῆς δὲ Β ἡ Δ, καὶ ἑπέσθω τῇ Α καταφάσει ἡ Β κατάφασις ἅμα οὖσα αὐτῇ ἀληθής· ἀκολουθήσει δὴ καὶ τῇ Γ ἀποφάσει ἡ Δ ἀπόφασις καὶ ἅμα αὐτῇ ἀληθὴς ἔσται. εἰλήφθω γάρ τι, ἐφ’ οὗ ἀληθής ἐστι ἡ Γ ἀπόφασις· ἔστω τοῦτο τὸ Ε· λέγω, ὅτι ἐπὶ τούτου ἀληθής ἐστι καὶ ἡ Δ ἀπόφασις. εἰ γὰρ μὴ εἴη αὐτή, ἡ κατάφασις αὐτῆς ἀληθὴς ἔσται ἡ Β· εἰ δὲ αὕτη, καὶ ἡ Α κατάφασις· ἔκειντο γὰρ ἀκολουθεῖν ἀλλήλαις καὶ ἅμα εἶναι ἀληθεῖς. ἐφ’ οὗ ἄρα ἡ Γ ἀπόφασις ἀληθής, ἔσται ἐπὶ τούτου καὶ ἡ κατάφασις αὐτῆς ἡ Α ἀληθής· καὶ ἅμα ἄρα ἐπὶ τοῦ αὐτοῦ ἡ ἀντίφασις ἀληθής, ὅπερ ἀδύνατον. ἀκολουθήσει ἄρα τῷ E ἡ Δ ἀπόφασις· ἠκολούθει δὲ καὶ ἡ Γ ἀπόφασις. καθόλου ἄρα ὑγιὲς τὸ ὧν ἀντιφάσεων θάτερα μέρη συναληθεύεται ἀλλήλοις, τὸ] τούτων καὶ τὰ ἕτερα πάλιν ἀλλήλοις συναληθεύε- σθαί τε καὶ ἀκολουθεῖν. τούτου δεικνυμένου γνώριμον τὸ λεγόμενον ὑπ’ [*](1 οὐτῶ φησί M sequentia quoque usque ad ἔχειν ἑπόμενον (7) Theophrasto tribuunt Brandis schol. p. 161b11 — 17, Prantl p. 362,41, Wimmer fr. 58 3. 4 ἀναγκαῖον καὶ τὸ ὑπάρχον a 4 οὐκ a 8 δυνατῷ aM: δυνατῶν Β ῶ corr.) ante οὐκέτι add. ἀλλ’ Β δείξει] c. 15 p. 34 a 5 sq. 9. 10 συμβαίνῃ M 12 τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων Ar. 13 post ὅτι add. δὲ M 14 μετ’ ὀλίγον] c. 46 15 προσλάβω· μὲν M 17 τῶν om. a 18 post καὶ add. αὐτὸς a 21 ἕπεσθαι a καταφάσει aB: καταφατικῇ M ἡ alterum om. a αὐτὴ a 22 δὴ a: δὲ BM αὐτῇ a: αὕτη BM 24 καὶ om. M 25 αὕτη BM: αὐτὴ a 26 ἁ aB: πρώτη M ἀκολουθῆσαι M εἶναι aB: οὖσι M 28 post ἄμα repetit καὶ a 29 δ a: γ BM (??) a: δ 30 μόρια a 31 τούτων καὶ a: τὸ καὶ τούτων BM 32 post τούτου add. δὲ a)

158
αὐτοῦ· εἰ γὰρ τὸ οὐκ ἐνδέχεται ὑπάρχειν καὶ ἀδύνατον ὑπάρχειν [*](51r) καὶ ἀνάγκη μὴ ὑπάρχειν ἤτοι ταὐτά ἐστιν ἢ ἀκολουθεῖ ἀλλήλοις, ὡς πάντες ἄν φαῖεν καὶ ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται καὶ γὰρ εἰ μὴ ταὐτὰ πάντη, ὅτι τὸ μὲν ἀπόφασις τὰ δὲ καταφάσεις, ἀλλ’ ἐφ’ οὗ τὸ ἓν ἐξ αὐτῶν ἀληθές, καὶ τὰ ὤα), δῆλον τοίνυν, ὡς καὶ αἱ τούτων ἀντιφάσεις ἀκολουθοῦσιν ἀλλήλαις. ἔστι δὲ τοῦ μὲν οὐκ ἐνδέχεται ὑπάρχειν ὄντος ἀποφατικοῦ κατάφασις τὸ ἐνδέχεται ὑπάρχειν, τῶνδέ ἀδύνατον ὑπάρχειν καὶ ἀνάγκη μὴ ὑπάρχειν καταφάσεων, αἳ εἵποντο τῇ οὐκ ἐνδέχεται ὑπάρχειν <ἀποφάσεις> τό τε οὐκ ἀδύνατον ὑπάρχειν καὶ οὺκ ἀνάγκη μὴ ὑπάρχειν. ἀκολουθήσουσιν ἄρα καὶ ταῦτα ἀλλήλοις, καὶ ἔσται τὸ ‘ἐνδέχεται εἶναι᾿ καὶ ‘οὐκ ἀδύνατον εἶναι’ καὶ ‘οὐκ ἀνάγκη μὴ εἶναι᾿ ἅμα ἀληθῆ. τὸ | ἄρα ἐνδεχόμενον εἶναι οὐκ ἀδύνατον ἔσται εἶναι οὐδ’ ἀναγκαῖον 51v μὴ εἶναι. οὐκ ὄντι ἄρα αὐτῷ ἀναγκαίῳ, ἀλλὰ μηδὲ ὑπάρχοντι, ὑποτεθέντι δὲ] ὑπάρχειν, ἐπεὶ οὐκ ἀδύνατόν ἐστιν, οὐδὲν ἀδύνατον ἀκολουθήσει· τοῦτο γὰρ ἀληθές, διότι ἀδυνάτῳ ἀδύνατον ἀκολουθεῖ, ὡς προελθὼν ὀλίγον ἐρεῖ τε καὶ δείξει.

[*](p. 32a 28)

Ἔσται ἄρα τὸ ἐνδεχόμενον οὐκ ἀναγκαῖον.

ἔδειξε, τίνος χάριν τὴν ἀκολουθίαν ἔλαβε τῶν προτάσεων, ὅτι τοῦ δεῖξαι εὐλόγως ἐν τῷ τοῦ ἐνδεχομένου ὁρισμῷ κείμενον τὸ οὗ μὴ ὄντος ἀναγκαίου ὑποτεθέντος δὲ εἶναι οὐδὲν ἀδύνατον ἕπεται· οὔτε γὰρ ἀναγκαῖον οὔτε ἀδύνατον τὸ ἐνδεχόμενον.

[*](p. 32a 29)

Συμβαίνει δὲ πάσας τὰς κατὰ τὸ ἐνδέχεσθαι προτάσεις ἀντιστρέφειν ἀλλήλαις.

Ἴδιον τοῦ ἐνδεχομένου τὸ ἀντιστρέφειν, τοῦτ’ ἔστι τὸ ἀντακολουθεῖν ἀλλήλαις τὰς κατ’ αὐτὸ γινομένας καταφάσεις τε καὶ ἀποφάσεις. ἀποφάσεις δὲ λέγω κατὰ τὸ ἐνδέχεσθαι οὐ τὰς τοῦ ἐνδέχεσθαι ἀποφάσεις, ἀλλὰ τὰς ἐνδεχομένας ἀποφατικάς· διαφέρει γὰρ ἐνδεχομένη ἀποφατικὴ καὶ ἐνδεχομένης ἀπόφασις, ὥσπερ καὶ ἀναγκαία ἀποφατικὴ καὶ ἀναγκαίας ἀπόφασις. ἡ μὲν γὰρ ‘ἀνάγκη μὴ ὑπάρχειν᾿ λέγουσα ἀναγκαία ἐστὶν ἀποφατικὴ οὐκ οὖσα ἀπόφασις τῆς ‘ἀνάγκη ὑπάρχειν᾿· ἡ δὲ ‘οὐκ ἀνάγκη ὑπάρχειν᾿ ἀναγκαίας τῆς ‘ἀνάγκη ὑπάρχειν᾿ ἐστὶν ἀποφατική, ἥτις κυρίως ἐστὶν ἀποφατική· ἡ δ’ ἑτέρα ἀπλῶς μέν ἐστι καταφατική, τὸ δ’ ὅλον ἀναγκαία ἀποφατική. τὸν [*](2 ἤτοι ΒΜ: ἢ a ὥσπερ Μ ἂν om. a Περὶ ἑρμ.] c. 13 πάντα Μ τὸ δὲ κατάφασις M οὐ τὸ M: οὗ τε aB 5 ἀληθές om. M τἆλλα M τοίνυν om. a 6 ἐνδέχεσθαι M 7 ἐνδέχεσθαι M ἀδυνάτων B pr. 8 ἐνδέχεται] ετ in ras. B 9 ὑπάρχειν (post ἀδύνατον) a et Ar.: om. BM ἀποφάσεις addidi post καὶ add. to M 11 ἅμα om. a οὐδὲ 14 δὲ add. BM: om. a ante οὐδὲν add. ὃ Β 15 ἐρεῖ] cf. p. 157,8 19 τὸ om. M 20 γὰρ om. a ἀναγκαίας aB: ἀναγκαία M 30 ἡ δὲ . . . ὑπάρχειν ἐστὶν ἀποφατική (31) om. M 31 ἀποφατική (ante ἥτις) B: ἀπόφασις a ἐστὶ κυρίως M 32 δὲ (post ἡ) M)

159
αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ ἐνδεχομένου ἀπόφασις μὲν τοῦ ἐνδεχομένου [*](51v) ἡ κυρίως ἀπόφασις ἡ ‘οὐκ ἐνδέχεται εἶναι᾿, ἐνδεχομένη δὲ οὖσα ἀπλῶς κατάφασις ἡ ‘ἐνδέχεται μὴ εἶναι᾿· τὰς δὴ ἐνδεχομένας ἀποφατικὰς καὶ τὰς ἐνδεχομένας καταφατικὰς ἀντακολουθεῖν συμβέβηκεν ἀλλήλαις κατὰ τὸ σημαινόμενον τὸ κείμενον νῦν λαμβανομένου τοῦ ἐνδεχομένου· πᾶν γάρ, ὃ οὕτως ἐνδέχεται εἶναι, ἐνδέχεται καὶ μὴ εἶναι. μέλλων δὲ χρῆσθαι πρὸς τοὺς ἐξ ἐνδεχομένων προτάσεων συλλογισμοὺς γινομένους τῇ τοιαύτῃ τοῦ ἐνδεχομένου ἀντιστροφῇ διὰ τοῦτο πρῶτον αὐτὴν δείκνυσιν οὕτως ἔχουσαν. δεῖ μέντοι εἰδέναι, ὅτι ἡ τοιαύτη τῶν προτάσεων ἀντιστροφὴ οὐκ ἔστιν ὑγιὴς κατὰ τοὺς περὶ Θεόφραστον, οὐδὲ χρῶνται αὐτῇ· τὸ γὰρ αὐτὸ αἴτιον τοῦ τήν τε καθόλου ἀποφατικὴν ἐνδεχομένην ἀντιστρέφειν αὑτῇ λέγειν παραπλησίως τῇ τε ὑπαρχούσῃ καὶ τῇ ἀναγκαίᾳ καὶ μὴ ἀντιστρέφειν τὰς καταφατικὰς ἐνδεχομένας ταῖς ἀποφατικαῖς ἐνδεχομέναις, ὃ ἀξιοῖ ὁ Ἀριστοτέλης. ἐπισημανύμεθα δὲ περὶ τούτου, ὅταν περὶ τῆς κατὰ τὴν ἐνδεχομένην ἀντιστροφῆς τῆς κατὰ τοὺς ὅρους λέγῃ. τὸ δὲ λέγω οὐ ταῖς καταφατικὰς ταῖς ἀποφατικαῖς, ἀλλ’ ὅσαι καταφατικὸν ἔχουσι τὸ σχῆμα κατὰ τὴν ἀντίθεσιν τοῦ προειρημένου δηλωτικόν ἐστιν· ἀντικεῖσθαι μὲν γὰρ δοκεῖ ἡ ἐνδέχεσθαι εἶναι τῇ ἐνδέχεσθαι μὴ εἶναι λεγούσῃ διὰ τὸ ἐν μὲν τῇ τὸ εἶναι ἐν δὲ τῇ τὸ μὴ εἶναι συντετάχθαι, ἃ δοκεῖ ἀλλήλοις ἀντικεῖσθαι. οὐ μὴν ἀλλὰ καὶ ἀμφότεραι καταφατικὸν ἔχουσι τὸ σχῆμα τῷ καταφάσεις εἶναι, ἐν αἷς μὴ πρόσκειται τῷ τρόπῳ τὸ ἀποφατικόν.

εἰπὼν δὲ ἐπὶ ἀδιορίστων, τίνες καὶ πῶς λαμβανόμεναι <αἱ> ἐνδεχόμεναι ἀντακολουθοῦσι ταῖς καταφατικαῖς ἐνδεχομέναις, ἑξῆς καὶ τὰς διωρισμένας ἔλαβε τὴν παντὶ ἐνδέχεσθαι ὑπάρχειν τῇ ἐνδέχεσθαι μηδενὶ ὑπάρχειν λέγων ἀντακολουθεῖν, ὁμοίως δὲ καὶ τῇ ἐνδέχεσθαι μὴ παντὶ ὑπάρχειν, ὧν ἡ μὲν ἦν καθόλου ἐνδεχομένη ἀποφατικὴ ἡ ‘ἐνδέχεται μηδενί᾿, ἡ δὲ ἐπὶ μέρους ἡ δευτέρα ληφθεῖσα ἐνδέχεσθαι μὴ παντί, δεικνύς, ὅτι τῇ καταφάσει τῇ ἐνδεχομένῃ καθόλου πᾶσαι αἱ ἀποφάσεις αἱ ἐνδεχόμεναι συναληθεύονται· καὶ γὰρ ἡ ὡς ἐναντία καὶ ἡ ὡς ἀντίφασις, οὐδετέρα αὐτῶν πρὸς ἀλήθειαν οὔτε ἐναντία οὖσα οὔτε ἀντίφασις· οὐδὲ γὰρ ἄν ἅμα ἦσαν ἀληθεῖς. ὅτι δὲ αἱ οὕτως | λαμβανόμεναι ἀντακολουθοῦσιν, ἐκ τῆς ἐπαγωγῆς [*](52r) δῆλον. καὶ τὸ τινὶ δὲ καὶ μὴ τινὶ ἀντιστρέφει ἐπὶ τῶν ἐνδεχομένων τοῦ τινὸς ἐπὶ τοῦ αὐτοῦ λαμβανομένου· ἴδιον γὰρ τοῦ ἐνδεχομένου τὸ τὰς ἐπὶ τοῦ αὐτοῦ λεγομένας οὕτως ἅμα ἀληθεῖς εἶναι· ἐπεὶ τό γε τινὶ καὶ τὸ [*](1 μὲν aB: δὲ M 2 ἐνδεχομένη . . . εἶναι (3) om. M 3 δὲ M 4 post καταφατικὰς expunxit ὂν Β 4. 5 τὸ κείμενον σημαινόμενον a 5 λαμβάνον M 7 post ἐνδεχομένων add. τρόπων καὶ M 10 τοῦ om. M 11 αὑτῇ a: αὐτὴ M, Β pr.: αὐτὴν B corr. 12 ἀναγκαίᾳ καὶ τῇ ὑπαρχούσῃ M μὴ BM: τοῦ a 13 ὁ om. aM 14 δὲ om. M τούτου, ὅταν περὶ om. M 15 τῆς om. a λέγει Β pr. 17 μὲν om.M 18 δοκεῖ a: δοκοῦσιν BM ἐνδέχεται (post ἡ et post τῇ) M 19 ἁ δοκεῖ ἀλλήλοις ἀντικεῖσθαι om. M 20 ἔχουσαι Β 22 αἱ a: om. BM 23 ἀκολουθοῦσι a 25 τῇ a: τὴν BM 26 ἐνδέχεσθαι M 27 ἐνδέχεσθαι a: ἐνδέχεται BM 28 αἱ alterum om. B 29 συναληθεύουσι M 31 δὲ aB: οὑδὲ M 32 καὶ τὸ τινὶ δὲ a: τὸ δὲ καὶ τινὶ BM 34 τὸ (post καὶ) om. M)

160
τινὶ μὴ ὅταν ἐπ’ ἄλλου καὶ ἄλλου λαμβάνηται, οὐχ αἱ ἐνδεχόμεναι μόνον [*](52r) ἐπὶ μέρους συναληθεύουσιν, ἀλλὰ δύνανταί ποτε καὶ ὑπάρχουσαι καὶ ἀναγκαῖαι, καὶ ἴσον ἐστὶ τὸ τινὶ ἐνδέχεσθαι καὶ τὸ ἐνδέχεσθαι τινὶ μὴ ἐπὶ τούτων τῷ Σωκράτη λαβεῖν ἢ Πλάτωνα ἤ τινα τῶν καθ’ ἕκαστα καὶ ἐπ’ αὐτοῦ τὴν κτὰ τὸ ἐνδέχεσθαι ἀντίθεσιν ποιήσασθαι κατὰ τὸν εἰρημένον τρόπον. τὸ δὲ τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων εἶπεν ἀναπέμπων ἡμᾶς καὶ ἐπὶ τὰς ἄλλας τὰς ἰσοδυναμούσας τῇ ἐνδεχομένῃ. αὗται δέ εἰσι, κατάφασις μὲν ἡ ‘δυνατὸν εἶναι᾿, ᾗ ἀντιστρέφει ἡ ‘δυνατὸν μὴ εἶναι᾿ κατὰ πάντας τοὺς διορισμούς, οὓς ἔδειξε, καὶ παντὶ καὶ μηδενὶ καὶ τινὶ καὶ τινὶ μή, ἐπὶ τῆς ἐνδεχομένης, ἀποφάσεις δὲ ἥ τε τοῦ] ‘οὐκ ἀνάγκη μὴ εἶναι᾿ αὕτη γὰρ εἵπετο τῇ ‘ἐνδέχεται εἶναι᾿), ᾗ ἀκολουθεῖ τε καὶ ἀντιστρέφει ἡ ‘οὐκ ἀνάγκη εἶναι᾿, καὶ ἡ ‘οὐκ ἀδύνατον εἶναι᾿ καὶ γὰρ αὕτη εἵπετο τῇ ‘ἐνδέχεται εἶναι᾿), πρὸς ἣν ἀντιστρέφει ἡ λέγουσα ‘οὐκ ἀδύνατον μὴ εἶναι᾿.

[*](p. 32a 36)

Ἐπεὶ γὰρ τὸ ἐνδεχόμενον οὐκ ἔστιν ἀναγκαῖον. Εἰπών, ὅτι ἀντακολουθοῦσιν αἰ ἐνδεχόμεναι ἀποφατικαὶ ταῖς ἐνδεχομέναις καταφατικαῖς καί, τίνες εἰσὶν αὗται, παραθέμενος νῦν καὶ τὴν αἰτίαν ἀποδίδωσι τοῦ ἀντακολουθεῖν αὐτὰς καὶ ἀντιστρέφειν ἀλλήλαις. ἐπεὶ γὰρ τὸ ἐνδέχεσθαι ὑπάρχειν οὐκ ἐξ ἀνάγκης τίθησι τὸ ὑπάρχειν ἦν γὰρ τὸ ἐνδεχόμενον, ὡς ἐν τῷ λόγῳ αὐτοῦ ἐδηλώθη, “οὗ μὴ ὄντος ἀναγκαίου”), τὸ δὲ μὴ ἀναγκαῖον ἐγχωρεῖ καὶ μὴ ὑπάρχειν, εἰκότως τῷ ‘ἐνδέχεται ὑπάρχειν᾿ συναληθεύει τὸ ‘ἐνδέχεται μὴ ὑπάρχειν᾿. ὁμοίως ἐπὶ πάντων τῶν διορισμῶν. διὰ τὸ αὐτὸ δέ, φησίν, αἵ τε ἀδιορίστως λεγόμεναι καὶ αἰ διωρισμένως ἐπὶ τοῦ καθόλου ἀντηκολούθουν καταφάσεις τε καὶ ἀποφάσεις ἀλλήλαις, καὶ <αἱ> ἐπὶ μέρους τε καὶ καθ’ ἕκαστα ἐπὶ τοῦ αὐτοῦ λεγόμεναι διὰ γὰρ τὸ τὴν λεγομένην κατάφασιν μὴ τὸ ἐξ ἀνάγκης ἔσεσθαι τὸ κατηγορούμενον δηλοῦν. εἰ δέ ἐστι τοιοῦτον τὸ ἐνδεχόμενον, οἱ μὴ ἡγούμενοι ἀντιστρέφειν ταῖς ἐνδεχομέναις ἀποφάσεσι τὰς καταφάσεις οὐκ ἀληθεύουσιν. ὅτι δέ εἰσιν αἱ ἐνδεχόμεναι ἀποφατικαὶ καταφάσεις ἀλλ’ οὐκ ἀποφάσεις, ὑπομιμνήσκει ἡμᾶς. ἐν γὰρ τῷ Περὶ ἑρμηνείας ἔδειξε τὰς τὸν τρόπον ἐχούσας ἄνευ τοῦ ἀποφατικοῦ κατηγορούμενον πάσας καταφάσεις εἶναι· διὰ τοῦτο προσέθηκε τὸ καθάπερ ἐλέχθη πρότερον. ἐξ ὧν καὶ αὐτῶν ἔνεστι δεικνύναι, ὅτι τὸ Περὶ ἑρμηνείας Ἀριστοτέλους ἐστιν, ἀλλ’ οὐχ [*](2 δύνασθαι M 3 ἐνδέχεσθαί τινι M μὴ ἐνδέχεσθαί τινι M τῷ a: τὸ BM 4 Σωκράτην M καθέκαστον M 6 καὶ (post ἡμᾶς) om. M 7 εἰσι BM: φησι a κατάφασις a: καταφάσεις BM 9 ὁρισμοὺς M: προσδιορισμοὺς a 10 τοῦ delevi οὐκ om. M 11 ἐνδέχεται εἶναι aB: ἐνδεχομένη δὲ εἶναι M 12 καὶ ἡ οὐκ ἀδύνατον εἶναι om. M 18 οὐχ Β 19 ἐδηλώθη] p. 32 a 19 20 et 21 ἐνδέχεσθαι a 21 τὸ aB: τῷ M post ὁμοίως add. καὶ aM 22 διορισμῶν] δι post add. Β1 ἀδιόριστοι a 23 διωρισμέναι a ἀντηκολούθησαν M τε om. M 24 αἱ addidi 25 τὸ τὴν λεγομένην a: τῶν λεγομένων BM ante κατάφασιν add. τὴν M τὸ alterum om. a 26 δὲ BM: γὰρ a 27 ante οὐκ add. ἀλλ’ M 28 ἀληθεύουσιν a: ἀληθεύειν BM 29 Περὶ ἑρμ.] p. 21 a 34 sq. 30 προσκατηγορούμενον a)

161
ὡς Ἀνδρόνικός φησιν. ἢ καὶ ἐν τούτῳ προείρηκεν ἤδη περὶ τούτου, ὅτε [*](52r) ἔλεγε μὴ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν.

ἐζήτησα, εἰ τὸ ἐνδεχόμενον τοιοῦτόν ἐστιν, ὁποῖον ὡρίσατο, μήτε ἀναγκαῖον μήτε ὑπάρχον, πῶς ἔτι ταῖς καταφατικαῖς ἐνδεχομέναις αἱ ἀποφατικαὶ ἐνδεχόμεναι ἀντιστρέφουσι φυλασσομένου τοῦ κατὰ τὸν διορισμὸν ἐνδεχομένου ἐν ἀμφοτέραις. εἰ γάρ, ὃ ἐνδέχεται εἶναι, τοῦ μήπω εἶναι τοῦτο, ὃ λέγεται, ἐστί τοῦτο γὰρ ἰήιον εἶναι δοκεῖ τοῦ ἐνδεχομένου τὸ μήπω εἶναι τοῦτο, ὃ λέγεται), ἔσται ἄρα οὐχ ὑπάρχον· καὶ ὃ ἐνδέχεται μὴ εἶναι, οὔπω ἐστὶ μὴ ὑπάρχον· ὑπάρχον ἄρα· ὥστε τὸ μὲν καταφατικὸν ἀληθὲς κατὰ τοῦ μὴ ὑπάρχοντος, τὸ δὲ ἀποφατικὸν ἐπὶ τοῦ ὑπάρχοντος· ἀδύνατα δὲ ἅμα ἄμφω· οὐκ ἄρα τὸ κατὰ τὸν διορισμὸν ἐνδεχόμενον ἐν τῇ ἀποφάσει ληφθήσεται. ἢ διὰ τοῦτο οὕτως ὡρίσατο τὸ ἐνδεχόμενον εἰπὼν ‘ὃ μὴ ὂν ἀναγκαῖον᾿, οὐκέτι δὲ προσθεὶς τὸ ‘καὶ μὴ ὑπάρχον πάντως᾿· οὐ γὰρ τὸ μὴ ὑπάρχειν ἴδιον αὐτοῦ, ἀλλ’ ὅταν μὴ ὑπάρχον ὑποτεθῇ ὑπάρχειν, μηδὲν ἀδύνατον αὐτῷ ἕπεσθαι. ὅτι γὰρ τοῦτο βούλεται, ἐδήλωσε καὶ διὰ τοῦ εἰ|πεῖν “τὸ γὰρ ἀναγκαῖον ὁμωνύμως ἐνδέχεσθαι λέγομεν” [*](52v) μηκέτι δὲ προσθεῖναι, ὅτι ‘καὶ τὸ ὑπάρχον᾿, ὃ τῆς ἀναγκαίας ἀκολουθίας ἦν· οὐχ ὡς ὁμώνυμον γὰρ ἐπ’ αὐτοῦ. οὐκ ἐπειδὴ οὖν, ἐφ’ οὗ τὸ ἐνδέχεσθαι εἶναι ἀληθές, ἐπὶ τούτου ἀληθὲς καὶ τὸ ἐνδέχεσθαι μὴ εἶναι, ἤδη καί, ὅτε τὸ ἕτερον ἀληθὲς εἶναι, τότε καὶ τὸ ἕτερον, ἀλλὰ καὶ παρὰ μέρος. οὐ γάρ, ὅτε μὴ ὑπάρχει, τότε, ἀλλ’ ὅταν ὑπάρχῃ, ἐνδέχεται μὴ ὑπάρχειν· ὃ γὰρ ἐνδέχεται ὑπάρχειν μὴ ὑπάρχον, τοῦτο ἐνδέχεται καὶ μὴ ὑπάρχειν, ὅταν ὑπάρξῃ. ἢ εἰ τὸ ἐνδέχεσθαι ἐπὶ τοῦ μήπω ὄντος λέγεται, τὸ ἐνδέχεσθαι εἶναι ἀντὶ τοῦ ‘ἐνδέχεται γενέσθαι᾿ λέγοιτ’ ἄν. πᾶν δέ, ὃ μήπω ὂν ἐνδέχεται γενέσθαι, τοῦτο ἐνδέχεται καὶ μὴ γενέσθαι, ὥστε ἄμφω ἐπὶ τοῦ μηδέπω ὄντος.

[*](p. 32b 4)

Διωρισμένων δὴ τούτων πάλιν λέγωμεν, ὅτι τὸ ἐνδέχεσθαι κατὰ δύο λέγεται τρόπους. εἰπών, τί τέ ἐστι τὸ ἐνδεχόμενον, καὶ ὅτι αἱ κατὰ τοῦτο καταφάσεις τε καὶ ἀποφάσεις ἀντιστρέφουσιν ἀλλήλαις, φησὶ διχῶς λέγεσθαι τὸ ἐνδεχόμενον ὁμωνύμως λέγων· οὐ γὰρ ὡρίσατο, <ποτέρου> ἐνδεχομένου ποιεῖται τὴν διαίρεσιν ταύτην· ἀμφοτέροις γὰρ ὁ εἰρημένος ἐφαρμόζει τοῦ ἐνδεχομένου λόγος. ποιεῖται οὖν τὴν διαίρεσιν ἢ ὡς γένους τοῦ ἐνδεχομένου [*](1 προείρηκεν p. 25 b 20 2 τὸν . . . ἀποφατικόν M 5 φυλαττομένου M 7 δοκεῖ ἴδιον εἶναι a 8 οὐχ om. M 11 ἀδύνατον a δ’ omisso ἅμα M 13 ὃ μὴ ὂν ἀναγκαῖον] οὗ μὴ ὄντος ἀναγκαίου Ar. p. 32 a 19 14 ἀλλ’ ὅταν scripsi (of. p. 157,9): ἀλλὰ τὸ libri post ὑπάρχον add. εἰ a ὑποτεθὲν M 16 εἰπεῖν] p. 32 a 20 18 γὰρ om. M ἐπ’ ali: ἐπὶ τοῦ M ἐπειδὴ a: ἔλαβε δὴ BM 19 ἐπὶ τούτου ἀληθὲς om. M ἐνδέχεται (ante μὴ) Β 21 ὑπάρχει a: ὑπάρχειν BM post τότε add. ἐνδέχεται ὑπάρχειν M ante ὑπάρχῃ add. μὴ a ὑπάρχῃ aB: ὑπάρ M 23 ἐνδέχεται a 24 ἐνδέχεσθαι (post τοῦ) M 27 λέγωμεν Β (Bif, corr. n): λέγομεν a et Ar. 31 ποτέρου scripsi: ποίου a: om. BM ἐνδεχόμενον M 32 γὰρ Β: γοῦν a: om. M ἐφαρμόττει M)

162
εἰς εἴδη, ἃ ἐκτίθεται, ἢ ὡς ὅλου εἰς μέρη. φησὶ δὴ τοῦ ἐνδεχομένου ἓν [*](52v) μὲν εἶναι σημαινόμενον τὸ ἐπὶ τῶν ὡς ἐπὶ τὸ πολὺ λεγομένων, ἃ τῷ μὴ ἀεὶ οὕτω γίνεσθαι ἀλλὰ καὶ διακόπτεσθαι τὸ αἰεὶ καὶ τὸ ἐξ ἀνάγκης ὑπὸ τινῶν μὴ οὕτως ἀπαντώντων ποτὲ τῶν ἐνδεχομένων ἐστὶ καὶ αὐτά. τοιαῦτά ἐστι τὰ φύσει γινόμενα, ἃ οὐκ ἐξ ἀνάγκης μὲν γίνεται τῷ ἐπὶ τινῶν συμπίπτειν ποτὲ καὶ μὴ οὕτως, οὐ μὴν ἀλλ’ ὡς ἐπὶ τὸ πολὺ γίνεται· καὶ γὰρ πολιοῦνται γηρῶντες οἱ ἄνθρωποι κατὰ φύσιν, καὶ ὡς ἐπὶ τὸ πολὺ οὕτως ἀπαντᾷ ἤδη γάρ τινες καὶ οὐκ ἐπολιώθησαν), καὶ αὔξονται μέχρι τοσοῦδε χρόνου καὶ φύσει καὶ ὡς ἐπὶ τὸ πλεῖστον.

[*](p. 32b 8)

Τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολύ ἐστι.

Ταῦτα τὰ ὡς ἐπὶ τὸ πλεῖστον γινόμενα τοῦ μὴ εἶναι ἀναγκαῖα διττὴν αἰτίαν φέρει, μίαν μέν, ὅτι μὴ αἰεί εἰσιν, οἷς ταῦτα ὑπάρχει· τὰ γὰρ κατὰ φύσιν γινόμενα οὐκ ἀιδια. τῷ οὖν μὴ αἰεὶ ταῦτα εἶναι, οἷς ἐνδέχεσθαί φαμεν τὰ κατὰ φύσιν ὑπάρχειν τοῖς γὰρ καθ’ ἕκαστα ταῦτα ὑπάρχει), οὐκ ἐξ ἀνάγκης τὰ κατὰ φύσιν· τὸ γὰρ ἀναγκαῖον ἀίδιόν τε καὶ αἰεὶ ὁμοίως ἐπὶ τῶν ὁμοίως ἐχόντων. λέγοιτ’ ἄν οὖν ἐνδέχεσθαι καὶ τὸ ἐξ ἀνάγκης ὑπάρχον τῷ οὐκ ἀιδίῳ, ἄν μὴ προαπόληται, διότι ἐνδέχεται προαπολομένου αὐτοῦ μὴ γενέσθαι τοῦτο, ὃ ἐξ ἀνάγκης ἄν ἐγένετο, εἰ ἦν ἀεὶ ἄνθρωπος· οἷον εἰ πᾶς ἄνθρωπος ἑξηκονταέτης γενόμενος ἐξ ἀνάγκης ἐπολιοῦτο, ὅμως οὐδὲν ἧττον ἐνδεχόμενον ἦν τὸ πολιωθήσεσθαι τόνδε τινά, ὅτι ἐνεδέχετο αὐτὸν καὶ μὴ προελθεῖν ἐπὶ τὰ τοσαῦτα ἔτη. τὸ παρὰ ταύτην τὴν αἰτίαν γινόμενον ἐνδεχόμενον ἐδήλωσεν εἰπὼν τοῦτο γὰρ οὐ συνεχὲς μὲν ἔχει τὸ ἀναγκαῖον διὰ τὸ μὴ ἀεὶ εἶναι ἄνθρωπον, λέγων οὐ συνεχὲς τὸ τοιοῦτον εἶναι, διὸ μηδὲ ἀναγκαῖον. δεύτερον δὲ τὰ κατὰ φύσιν γινόμενα οὐκ ἐξ ἀνάγκης ἐστίν, ὅτι, κἄν ᾖ οὗτος, ᾧ ὑπάρχει τὸ κατὰ φύσιν, εἰς ἑξήκοντα ἔτη προεληλυθώς, ὡς ἐπὶ τὸ πλεῖστον μὲν πολιωθήσεται, οὐ μὴν ἐξ ἀνάγκης. ὃ ἐδήλωσεν εἰπὼν ὄντος μέντοι ἀνθρώπου ἢ ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ ἐστιν· εἰ γὰρ ὡς ἐπὶ τὸ πολύ, δῆλον ὅτι οὐκ ἐξ ἀνάγκης.

Τὸ μὲν οὖν ἕτερον τῶν τοῦ ἐνδεχομένου σημαινομένων τοῦτο. εἴη ὅ ἄν ὑπὸ τοῦτο καὶ τὰ κατὰ προαίρεσιν γινόμενα τεταγμένα· καὶ γὰρ ἐπὶ [*](1 εἰς εἴδη ΒΜ: ὡς ἤδη a ὅλως M ἀεὶ ΒΜ: αἰεὶ a ὑπὸ aB: ἐπὶ Μ 4 τῶν ἐνδεχομένων M: τὸ ἐνδεχόμενον Β: ἐνδεχόμενον a αὐτά Β ἁ corr.): αὐτό aM 5 ἐστι aB: δὲ M 8 ἅπαντα a, Β pr. 9 ante χρόνου add. τοῦ a 11 ἀεὶ εἶναι Ar.: εἶναι αἰεὶ B: εἶναι a; cf. vs. 25 13 ταῦτα τὰ aB: τοῦ τὰ M τοῦ aB: (??) χ΄ τῷ M 15 οἶς om. M 16 ὑπάρ pro ὑπάρχειν et pro ὑπάρχει M ὑπάρχει] ἄρχει evan. B 17 τὰ om. M ἀεὶ aM 18 ἐπὶ τῶν ὁμοίως om. a 19 ὑπάρ M προαπολουμένου a 20 ἐγίνετο M 21 γινόμενος M πολιοῦται M 22 πολιοῦσθαι M 24 ἐνδεχόμενον γινόμενον a 25 post συνεχὲς add. μὲν a τὸ tertium om. M 26 δεύτερα Μ: δευτέραν a δὲ BM: δ’ ·πα a 27 διότι M ᾖ om. a)

163
τούτων τὸ ὡς ἐπὶ τὸ πλεῖστον. τὸ δὲ ἕτερόν φησι τὸ ἀόριστον, | ἀόριστον [*](53r) λέγων τό τε ἐπ’ ἴσης ἔχον τὸ οὐδὲν μᾶλλον οὕτως ἐσόμενον ἢ μή, οἷον τὸ περιπατήσειν δείλης Σωκράτη ἢ τὸ διαλεχθήσεσθαι τῷδε, ἔτι δὲ καὶ τὸ τῷ ὡς ἐπὶ τὸ πλεῖστον γινομένῳ τοῦ ἐνδεχομένου ἀντικείμενον, ὅ ἐστι τὸ ἐπ’ ἔλαττον γινόμενον, δι’ ὃ παρεμπῖπτον κεκώλυται τὸ ἐπὶ πλεῖστον γινόμενον ἀεί τε γίνεσθαι καὶ εἶναι ἀναγκαῖον· τοιοῦτον δ’ ἂν εἴη τὸ μὴ πολιωθῆναι τὸν ἑξηκονταέτη. ἐν τῷ τοῦ ἐνδεχομένου σημαινομένῳ τῷ ἐπ’ ἔλαττον ἔστι καὶ τὸ ἀπὸ τύχης. διὰ μὲν <οὖν> τοῦ βαδίζειν ἐδήλωσε ἐνδεχομένου τὸ πρὸς τὰ ἀντικείμενα ἐπ’ ἴσης ἔχον, διὰ δὲ τοῦ βαδίζοντος γενέσθαι σεισμὸν ἢ ὅλως τὸ ἀπὸ τύχης γινόμενον τὸ ἐπ᾿ ἔλαττον, ὃ τῷ ὡς ἐπὶ τὸ πλεῖστον γινομένῳ ἀντίκειται. ἀόριστα δὲ ἀμφότερα, καὶ τὸ μὲν διὰ τὸ ἐφ᾿ ἑκατέρῳ ἴσον· ἀόριστον γὰρ τὸ οὐδὲν μᾶλλον οὕτως ἢ ἐκείνως· τὸ δὲ ἐπ’ ἔλαττον ἀόριστόν ἐστιν, ὅτι σχεδὸν ἀναιτίως γίνεται· τοιοῦτον γὰρ καὶ οὕτω γίνεται τὸ ἀπὸ τύχης· ἡ γὰρ τύχη κατὰ συμβεβηκὸς αἴτιον, οὐ καθ’ αὑτό, καὶ τὸ ἔσεσθαι αὐτὸ ὅλως ἀόριστόν τε καὶ ἄδηλον. μάλιστα μὲν γὰρ ὥρισται τὸ ἀναγκαῖον, δευτέρως δὲ τὸ ἐγγὺς τῷ ἀναγκαίῳ· τοῦτο δέ ἐστι τὸ ἐπὶ πλέον. ὃ δὲ ἐπὶ πλεῖστον ἀφέστηκε τοῦ ὡρισμένου, τοῦτο εὐλόγως ἀόριστον· τοιοῦτον δὲ τὸ ἐπ’ ἴσης καὶ ἔτι μᾶλλον τὸ ἐπ’ ἔλαττον. ὥσπερ γὰρ γραμμῆς τεταμένης ἀπὸ παντὸς εἰς πάντα τὸν χρόνον τοῦ ἀναγκαίου τὸ ἐνδεχόμενον ἀπὸ ταύτης τὴν γένεσιν τεμνομένης λαμβάνει· εἰ μὲν γὰρ εἰς ἄνισα τμηθείη, γίνεται τό τε κατὰ φύσιν καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον καὶ τὸ ἐπ’ ἔλαττον, ἐν ᾧ καὶ ἡ τύχη καὶ τὸ αὐτόματον, εἰ δὲ εἰς ἴσα, <τὸ> ὁπότερ’ ἔτυχεν. ὧν τὸ μὲν ὡς ἐπὶ τὸ πολὺ ἐνδεχόμενον ἀντιστρέφει τῷ ‘οὐκ ἀνάγκη ὑπάρχειν᾿· διὰ τοῦτο γὰρ ἐπὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου γενέσθαι ἀληθὲς καὶ τὸ ἐνδέχεσθαι μὴ ὑπάρχειν, ὅτι ἀληθὲς τὸ ‘οὐκ ἀνάγκη ὑπάρχειν᾿ ἐπ’ αὐτοῦ· ἀκολουθεῖ γὰρ τῷ ἐνδέχεσθαι εἶναι καὶ τὸ ‘οὐκ ἀνάγκη εἶναι᾿, ὥσπερ καὶ τὸ ‘οὐκ ἀνάγκη μὴ εἶναι᾿. τὸ δὲ οὕτως ἐνδεχόμενον, τὸ ὡς ὁπότερ’ ἔτυχε, τῷ ‘ἐνδέχεται μὴ ὑπάρχειν᾿· ἐπ’ ἴσης γὰρ καὶ οὐδὲν μᾶλλον τοῦτο ἢ θάτερον. ταῦτα καὶ αὐτὸς δηλοῖ δι’ ὧν ἐπήνεγκε λέγων ἀντιστρέφει μὲν οὖν καὶ κατὰ τὰς ἀντι- κειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων, οὐ μὴν τὸν αὐτόν γε τρόπον, ἑκάτερον λέγων τῶν ἐνδεχομένων τότε ὡς ἐπὶ τὸ πλεῖστον καὶ τὸ ἀόριστον. ἀλλ’ ἐπὶ μὲν τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἀληθῆ [*](2 ἔχον ἐπ’ ἴσης M 3 Σωκράτην aM τὸ (post ἡ) BM: τῷ a 6 δ’ M: om. aB 7 ante τοῦ add. τοιούτω a τὸ ἐπ’ a 8 οὖν a: om. ΒΜ 10 ἡ ante τὸ alteram transponit a 11 πλεῖστον BM: πολὺ a 12 ἐφ’] ἑ in ras. Β ἑκάτερον a 13 ἐστιν om. M 15 τε superscr. M 17 δ’ (ante ἐστι) M 19 τὸν om. a 21 κατὰ φύσιν τε M 21. 22 τὸ ἐπὶ πολὺ M 22 ἐν ᾦ . . . αὐτόματον om. M αὐτόματον a: ἐπ’ ἔλαττον Β 23 τὸ (ante ὁπότερ’) a: om. BM 24 ἀναγκαίῳ M ὑπάρχον a post γὰρ add. καὶ a 25 τὸ BM: τῷ a 26 ἀληθ[ὲς τὸ] unc. incl. perierunt in M τῷ BM: τὸ a 28 post ἐνδεχόμενον add. καὶ a 29 ante γὰρ cxpunxit μὲν Β 30 ἐπήνεγκε aB: ἐπήγαγε M 31 προτάσεις . . . τρόπον (32) om. M 33 ἀληθὴς a)
164
εἶναι τὴν ‘ἐνδέχεται μὴ γενέσθαι᾿ φησίν, οὐχ ὅτι ἐπ’ ἴσης τῇ ‘ἐνδέχεται [*](53r) γενέσθαι’ ἀληθής ἐστιν, ἀλλὰ διότι ἀληθές ἐστιν ἐπὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνδεχομένου τὸ ‘οὐκ ἀνάγκη εἶναι᾿· οὐ γὰρ ἀναγκαῖον τὸ ἐνδεχόμενον· τῷ οὖν διακόπτεσθαι τὴν συνέχειαν αὐτοῦ τούτῳ ἀληθὴς καὶ ἡ λέγουσα ‘ἐνδέχεται μὴ γενέσθαι᾿. τὸ δέ γε ἀόριστον ἐνδεχόμενον κατὰ τοῦτο ἀντιστρέφει, καθ’ ὅσον οὐδὲν μᾶλλον οὕτως ἢ οὕτως· τῇ γὰρ ἐπὶ τῶν οὕτως ἐνδεχομένων καταφάσει τῇ ‘ἐνδέχεται εἶναι’ ἡ ‘ἐνδέχεται μὴ εἶναι’ συναληθεύει τε καὶ ἀντιστρέφει ὡς μηδὲν μᾶλλον ταύτην ἢ ἐκείνην ἀληθῆ εἶναι. τὸ δὲ ἀντιστρέφει μὲν οὖν καὶ κτὰ τὰς ἀντικειμένας προτάσεις ἑκάτερον τῶν ἐνδεχομένων ἴσον ἐστὶ τῷ ‘ἀντιστρέφει μὲν οὖν κατὰ τὰς ἀντικειμένας προτάσεις καὶ ἑκάτερον τῶν ἐνδεχομένων᾿. δοκεῖ δὲ ὁ καὶ σύνδεσμος περισσῶς κεῖσθαι. ἢ καὶ κατὰ τὰς ἀντικειμένας προτάσεις εἶπεν ὡς καὶ ἄλλως ἀντιστρεφουσῶν αὐτῶν· καὶ γὰρ καὶ κτὰ τὴν τῶν ὅρων ὑπαλλαγήν.

[*](p, 32 b 18)

ἐπιστήμη δὲ καὶ συλλογισμὸς ἀποδεικτικὸς τῶν μὲν ἀορίστων οὐκ ἔστιν.

εἰπὼν τὸ ἕτερον τῶν τοῦ ἐνδεχομένου σημαινομένων ἀόριστον εἶναι φησίν, ὅτι μηδεμία ἐπιστήμη περὶ τὸ οὕτως ἐνδεχόμενόν ἐστιν. οὐδὲ γὰρ ἀπόδειξίς τινος γένοιτ’ ἄν ἐκ τῶν οὕτως ἐνδεχομένων τῷ μηδὲν μᾶλλον εἶναι τὸ δεικνύ|μενον διὰ τοῦ συλλογισμοῦ τοῦ ἀντικειμένου αὐτῷ· ἡ γὰρ [*](53v) τοῦ μέσου ὅρου ἀοριστία καὶ τὸ μηδὲν μᾶλλον οὕτως, ὡς λαμβάνεται ἔχειν πρὸς τοὺς ἄκρους, ἔχειν αὐτὸν ἢ ἀντικειμένως πρὸς αὐτοὺς αἰτία τούτου. διὸ καὶ παραιτεῖται τὴν ἐπὶ τοῦ τοιούτου ἐνδεχομένου δεῖξιν τῶν κατὰ τὰ σχήματα συλλογισμῶν, οὐχ ὡς οὐ δυναμένην γενέσθαι, ἀλλ’ ὡς ἄχρηστον, ἐνδεικνύμενος ἡμῖν, ὅτι δεῖ τὸ εὔχρηστον ἐν τῇδε τῇ πραγματείᾳ πρὸς τὰ δειχθησόμενα μόνον λαμβάνειν τε καὶ ἐξεργάζεσθαι, τὸ δ’ ἄχρηστον, εἰ καὶ ἔχοι τινὰ συμπλοκήν, παραιτεῖσθαι. ὅθεν δῆλον, ὅτι καὶ ταῦτα, περὶ ὧν αὐτὸς μὲν οὐκ εἴρηκε, λέγουσι δὲ οἱ νεώτεροι ἀχρήστων ὄντων πρὸς ἀπόδειξιν, δι’ ἀχρηστίαν οὐ δι’ ἄγνοιαν παρέλιπεν, οἷοί εἰσιν διφορούμενοι <οἱ> λόγοι ἢ ἀδιαφόρως περαίνοντες ἡ ἡ ἄπειρος ὕλη λεγομένη καὶ καθόλου τὸ θέμα τὸ δεύτερον καλούμενον παρὰ τοῖς νεωτέροις. παντὸς γὰρ ὀργάνου μέτρον ἡ χρεία πρὸς τὸ ὑπ’ αὐτοῦ δεικνύμενόν τε καὶ γινόμενον· τὸ δὲ [*](1 ἐνδέχεσθαι (post τῇ) a 2 ἀληθές Β: ἀληθής aM πλεῖστον BM: πολὺ a 3 ἀνάγκη aB: ἀναγκαῖον M 6 τῇ γ]ὰρ] unc. incl. perierunt in M 7 ἡ a: ἡ BM 10 post οὖν add. καὶ M 11. 12 καὶ ὁ a 12 περισσὸς a καὶ (post ἡ) om. M 20 τὸ δεικνύμενον . . . τοῦ ἀντικειμένου scripsi: τοῦ δεικνυμένου ... τὸ ἀντικείμενον libri 21 οὕτως superscr. Β2: τοῦ aB1: ἐναντίως M λαμβάνεται aM, Β pr.: λαμβάνεσθαι Β corr. 22 ἔχειν a: expunxit B: om. M αὐτὸν correxi: αὐτὸ libri τοῦτο M 24 οὐ superscr. Β: μὴ aM γίνεσθαι aM 27 ἔχει 27 ἔχει a παρατίθεσθαι a 28 ὄντων om. M 29 οἷοι a: οἱ BM οἱ, quod ante διφ. habet a, post διφ. addidi: om. BM διφορούμενοι scripsi: διαφορούμενοι libri; cf. p. 18,17 30 ἀδιαφόρως a: διαφόρως BM; cf. p. 18,17 ἄπειρος ἡ M καθόλου . . . δεύτερον (31) om. M 31 καλουμένη M τῶν νεωτέρων M)

165
μηκέτι χρήσιμον οὐδ’ ἄν ὄργανον εἴη· τὸ γὰρ ἄχρηστον σκέπαρνον τῷ [*](53v) τέκτονι οὐκέτι σκέπαρνον ἀλλ’ ἢ ὁμωνύμως. καὶ τοῦτο μάλιστα ἐνεδείξατο διὰ τοῦ παραιτήσασθαι τὸν περὶ τοῦ οὕτως ἐνδεχομένου λόγον εἰπὼν ἐκείνως δὲ ἐγχωρεῖ γίγνεσθαι συλλογισμόν, οὐ μὴν εἴωθε γε ζητεῖσθαι, ὡς τῶν συλλογισμῶν τὴν ἀναφορὰν ὀφειλόντων ἔχειν, περὶ ὧν δεῖ λόγον ποιεῖσθαι, πρὸς τὰ ζητούμενα καὶ δείξεως δεόμενα. περὶ μὲν οὖν τοῦ τοιούτου ἐνδεχομένου ὡς ἀχρήστου πρὸς τὰς ζητήσεις λέγειν παρῃτήσατο· περὶ δὲ τοῦ ἑτέρου ἐρεῖν ἐπαγγέλλεται, ὅτι πολλαὶ τέχναι στοχαστικαὶ οὖσαι ἐκ τοὐ οὕτως ἐνδεχομένου τὸ προκείμενον συλλογίζονται, ὡς ἰατρική, κυβερνητική, γυμναστική. ἀλλὰ καὶ ὅλως τὰ ἐκ τοῦ βουλεύεσθαι λαμβανόμενα διὰ τοιούτου ἐνδεχομένου δείκνυται· οἷον εἰ ζητοίη τις, εἰ νῦν δεῖ πλεῦσαι, καὶ λάβοι, ὅτι, ὅτε κεκριμένα τὰ πνεύματά ἐστιν, οἱ πλέοντες ὡς ἐπὶ τὸ πολὺ σώζονται· νῦν δὲ κεκριμένα τὰ πνεύματα· οἱ νῦν ἄρα πλέοντες ὡς ἐπὶ τὸ πολὺ σωθήσονται. συλλογισμὸν δὲ ἀποδεικτικὸν εἶπεν, ᾧ ὄν τις δεῖξαι βουλόμενος χρήσαιτο.

[*](p. 32b 23)

Ταῦτα μὲν οὖν διορισθήσεται μᾶλλον ἐν τοῖς ἑπομένοις.

Ὅτι ἐπὶ τῶν ἐνδεχομένων ἀντιστρέφει τὸ καταφατικὸν τῷ ἀποφατικῷ, καὶ πῶς, καὶ ὅτι τὸ ἐνδεχόμενον διττόν, καὶ ὅτι τὸ ἀόριστον ἄχρηστον πρὸς τὰς νῦν ζητήσεις, ἔτι μᾶλλον, φησίν, ἐν τοῖς ἑξῆς διορισμοῦ τεύξεται. προστίθεται δὲ τὰ νῦν λεγόμενα περὶ τῶν συζυγιῶν τῶν ἐξ ἐνδεχομένων προτάσεων καθ’ ἕκαστον σχῆμα γινομένων συλλογιστικῶν τε καὶ ἀσυλλογίστων.

[*](p. 32b 25)

Ἐπεὶ δὲ τὸ ἐνδέχεσθαι τόδε τῷδε ὑπάρχειν διχῶς ἔστιν ἐκλαβεῖν.

Ἐπεὶ διχῶς, φησίν, ἔστιν ἐξακοῦσαι τῆς προτάσεως τῆς λεγούσης ἐνδέχεσθαι τὸ Α τῷ Β ὑπάρχειν παντί· ὁτὲ μὲν γὰρ ἔστιν ἀκοῦσαι ὡς τοῦ λέγοντος τοῦτο λέγοντος ‘ᾦ ὑπάρχει τὸ Β, τούτῳ ἐνδέχεται τὸ Α παντί ’, ὁτὲ δὲ ‘ᾦ ἐνδέχεται τὸ Β, τούτῳ ἐνδέχεται τὸ Α παντί᾿. ὅτι δὲ ἡ λέγουσα τὸ Λ τῷ Β ἐνδέχεσθαι παντὶ δύναται ἑκάτερον τούτων σημαίνειν, ἔδειξε μεταλαβὼν μὲν αὐτὴν εἰς τὴν καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι λέγουσαν· [*](1 χρήσιμον Β2: χρὴ οὖν Β1Μ χρεία a ἂν om. a 3 οὕτως aB: ὄντως M 4 ἐκείνως BM (Buif, corr. d): ἐκείνων a et Ar. γίνεσθαι M: γενέσθαι a et Ar. 8 παρητίσατο a ἐρεῖν aB: λέγειν M 9 οὕτως aB: ὄντως M 10 γυμναστικὴ om. M 11 ante τοιούτου ackl. τοῦ aM 12 ὅτι om. M κεκρυμμένα a; item vs. sq. 13 πολὺ BM: πλεῖστον a 16 textus verba in M 18 τὸ (ante ἀόριστον) om. M 20 προτίθεται fortasse recte a 21 γινόμενον a 25 ἐστί φησιν aM ἀκοῦσαι a τῆς προτάσεως . . . ἀκοῦσαι ὡς (26) om. M 27 τοῦτο λέγοντος om. M 28 ἐνδέχεται (post τούτῳ) aB: ὑπάρχει M 29 ἐνδέχεται aM 29. 30 ἐδήλωσε μεταλαβεῖν M 30 λέγουσαν . . . ἐνδέχεται (166,2) om. M τὸ β in ras. B)

166
ἐφ’ οὗ δείξας ἑκάτερον ἐξακούεσθαι δυνάμενον, καὶ τὸ ‘καθ᾿ οὗ ἤδη λέγεται [*](53v) τὸ B᾿, καὶ τὸ ‘καθ᾿ οὗ ἐνδέχεται λέγεσθαι᾿, μετὰ ταῦτα ἐπήνεγκεν, ὅτι

[*](p. 32b 29)

Τὸ δὲ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἢ παντὶ τῷ Β τὸ Α ἐνδέχεσθαι οὐδὲν διαφέρει.

Ὥστε διττὸν καὶ τοῦτο. ἀλλ’ ὅταν μὲν τὸ πρῶτον ῥηθὲν ἡ πρότασις σημαίνῃ, οὐ γίνονται αἱ προτάσεις ἀμφότεραι ἐνδεχόμεναι, ἀλλ’ ἡ μὲν ἐλάτων ὑπάρχου|σα ἡ δὲ μείζων ἐνδεχομένη (ἡ δὲ τοιαύτη συζυγία μικτή), [*](54r) ὅταν δὲ τὸ δεύτερον, ἀμφότεραι γίνονται ἐνδεχόμεναι. ἐπεὶ τοίνυν ἀεὶ πρὸ τῶν μικτῶν συζυγιῶν περὶ τῶν ὁμοιοσχημόνων λέγει, πρῶτόν φησι δεῖν τὸν λόγον ποιεῖσθαι περὶ· τῶν ἐξ ἀμφοτέρων τῶν προτάσεων τῶν ἐνδεχομένων. χρησάμενος δὲ τῷ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι ἐν τῇ δείξει τοῦ ὅτι δύο ἐστὶ σημαινόμενα ὑπὸ τοῦ ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται᾿, ὅτι μὴ τι ἔδειξεν ἤ, ὃ προέθετο ἐδήλωσε. τὸ γὰρ καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεσθαι τῷ τὸ Α παντὶ τῷ Β ἐνδέχεσθαι ταὐτὸν σημαίνει, ὡς εἰρήκαμεν· τὸ γὰρ ‘καθ᾿ οὗ’ τοῦ καθόλου καὶ κατὰ παντός ἐστι δηλωτικόν· ὥστ’ εἰ δύο σημαίνεται ὑπὸ τῆς ‘καθ᾿ οὗ τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α ἐνδέχεται᾿, ταὐτὰ ἄν δύο εἴη σημαινόμενα καὶ ὑπὸ τοῦ ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται᾿. διὰ δὲ τούτων, ὅτι ἡ κατὰ πρόσληψιν λεγομένη πρότασις τὸ αὐτὸ δύναται τῇ κατηγορικῇ, δείκνυσιν. ἀλλ᾿ εἰ τὸ ‘καθ’ οὗ τὸ Β, τὸ Α ἐνδέχεται᾿ διττόν ἐστιν, καὶ τὸ ‘καθ᾿ οὗ τὸ Β, τὸ Α ἐξ ἀνάγκης᾿ διπὸν ἔσται· ἢ γὰρ ‘καθ᾿ οὗ ὑπαρχόντως᾿ ἢ ‘καθ᾿ οὗ ἐξ ἀνάγκης᾿. εἰ δὲ τοῦτο, οὐκέτι ἔστι ἡ ‘τὸ Α κατὰ παντὸς τοῦ Β ἐξ ἀνάγκης᾿ ἴση τῇ ‘καθ᾿ οὗ παντὸς τὸ Β, κατ’ ἐκείνου παντὸς τὸ Α ἐξ ἀνάγκης᾿, ὥς τινες λέγουσι τῶν δεικνύντων, ὅτι ἀληθὲς τὸ ἐξ ἀναγκαίας τῆς μείζονος καὶ ὑπαρχούσης τῆς ἐλάττονος ἀναγκαῖον γίνεσθαι συμπέρασμα.

[*](p. 32b 32)

Πρῶτον οὖν εἴπωμεν, εἰ καθ᾿ οὗ τὸ Γ, τὸ Β ἐνδέχεται, καὶ καθ᾿ οὖ τὸ Β, τὸ Α.

Πρῶτον μέν, φησί, δεῖ λέγειν περὶ τῆς συζυγίας τῆς ἐξ ἀμφοτέρων ἐνδεχομένων. ἐπεὶ δὲ κεῖται αὐτῷ ἴσον εἶναι τὸ ‘καθ᾿ οὗ τόδε, τόδε’ τῷ ‘κατὰ παντὸς τούτου τοῦτο’, τὴν πρότασιν τὴν ‘τὸ Β παντὶ τῷ Γ ἐνδέχεται᾿ διὰ τοῦ ἴσον καὶ ταὐτὸν τούτῳ σημαίνοντος ἔλαβε· τοῦτο δ’ ἐστὶ τὸ καθ’ [*](1 δυνάμενον ἐξακούεσθαι a ἤδη M: ἥδε̣(??) (. corr. Β2) Β: om. a 3 et 4 sunt textus verba in M 4 ἐνδέχεσθαι aBM (pr. u): ἐγχωρεῖν Ar. 10 τὸν om. M τῶν (post προτάσεων) om. a 11 ἐνδέχεται M 14 ἐνδέχεται a 15 καθ’ οὗ om. M τοῦ BM: τὸ a κατὰ om. a 16 τῆς BM: τοῦ a πάντως a 17 ταὐτὰ scripsi: αὐτὰ libri εἴη δύο M 18 λεγομένη BM: γενομένη a 20 ἐστιν aB: ἔστι M 20 et 21 ἡ pro ἢ a 23 ἁ aB: p M ὤας τινες λέγουσι] cf. p. 126,22 —28 25 ante συμπέρασμα add. τὸ aM 28 post ἀμφοτέρων add. τῶν Β 29 τόδε (ante τῷ) a: τῶδε M, itemque, sed expunctum, Β 30 τοῦτο expunxit Β ἐνδέχεσθαι a 31 τοῦ B corr.: τοῦτο M, Β pr.: τοῦ τὸ a τούτῳ B: τούτου M: om. a σημαινόμενον M)

167
οὗ τὸ Γ, τὸ Β ἐνδέχεται. ὁμοίως καὶ τὸ καθ᾿ οὗ τὸ, Β, τὸ Α· καὶ γὰρ [*](54r) τοῦτο ἴσον ἐστὶ τῷ ‘κατὰ παντὸς τὸ Α τοῦ Β’. εἰπὼν δὲ δεῖν ἀπὸ τῶν ὁμοιοσχημόνων ἄρχεσθαι πρῶτον προσέθηκε τὸ καθάπερ ἐπὶ τῶν ἄλλων· καὶ γὰρ ἐπὶ τοῦ ὑπάρχοντος καὶ τοῦ ἀναγκαίου πρῶτον ἰδίᾳ περὶ ἑκατέρου εἶπε καὶ περὶ τῶν ὁμοιοσχημόνων κατ’ ἐκεῖνα προτάσεων, εἶθ’ οὕτως περὶ τῶν μίξεων, ὃ καὶ περὶ τοῦ ἐνδεχομένου προτίθεται καὶ ποιήσει.

[*](p. 32b 38)

Ὅταν οὖν τὸ Α παντὶ τῷ Β ἐνδέχηται καὶ τὸ Β παντὶ τῷ Γ.

Δῆλον ὅτι ‘ἐνδέχηται᾿· τοῦτο γὰρ προείρηκε. φησὶ δὲ οὕτως ληφθεισῶν τῶν προτάσεων καθόλου καταφατικῶν ἐνδεχομένων ἐν πρώτῳ σχήματι (περὶ γὰρ τούτου τοῦ σχήματος καὶ τῶν ἐν τούτῳ συζυγιῶν πρῶτον ἀνάγκη λέγειν, ὅτι καὶ οἱ ἐν τοῖς ἄλλοις διὰ τούτων δείκνυνται), φησὶ δὴ καθόλου καταφατικὸν ἔσεσθαι ἐνδεχόμενον τὸ συμπέρασμα. τὸ δὲ τοῦτο δὲ φανερὸν ἐκ τοῦ ὁρισμοῦ δηλωτικόν ἐστιν, ὅτι τὸ συνάγεσθαι ἐν τῇ προκειμένῃ συζυγίᾳ καθόλου ἐνδεχόμενον καταφατικὸν συμπέρασμα δῆλόν ἐστιν ἐκ τοῦ ὁρισμοῦ τοῦ κατὰ παντός· ἦν γὰρ κτὰ παντός, “ἐν ᾧ μηδὲν ἦν λαβεῖν, καθ’ οὗ θάτερον οὐ ῥηθήσεται”. ὅταν δὴ τὸ Α κατὰ παντὸς τοῦ Β ληφθῇ ἐνδεχομένως, οὐδὲν ἔσται τοῦ Β, καθ’ οὗ τὸ Α οὐκ ἐνδέξεται· τὸ δὲ Γ ὑπὸ τὸ Β ἐστίν, ὥστε καὶ κατὰ τούτου τὸ Α παντὸς ἐνδέχεται. ἡ αὐτὴ δεῖξις, κἄν τὸ μὲν Α ἐνδέχηται μηδενὶ τῷ Β, τὸ δὲ Β παντὶ ἐνδέχηται τῷ Γ· συνάγεται γὰρ πάλιν τὸ Α ἐνδεχομένως μηδενὶ τῷ Γ. καὶ τοῦτο δῆλον πάλιν διὰ τοῦ ὁρισμοῦ τοῦ κατὰ μηδενός· οὐδὲν γὰρ ἔστι τοῦ Β λαβεῖν, ᾧ τὸ Α οὐκ ἐνδέχεται μὴ ὑπάρχειν. αἱ γὰρ ἐν τῷ πρώτῳ σχήματι συναγωγαὶ διὰ τούτων γίνονται. εἰπὼν δὲ ἐπὶ τῆς ἐκ δύο καθόλου καταφατικῶν ἐνδεχομένων συζυγίας ἐν τῷ πρώτῳ σχήματι φανερὸν τὸ συναγόμενον εἷναι ἐκ τοῦ ὁρισμοῦ (τὸ γὰρ ἐνδέχεσθαι παντὶ ὑπάρχειν οὕτως πρῶτον ἔθηκε τὴν ἐφεξῆς συζυγίαν τὴν ἔχουσαν τὴν μείζονα καθόλου ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην, [*](54v) εἶθ’ οὕτως τὸν ὁρισμὸν ἀποδέδωκε τοῦ κατὰ παντός, δι’ οὗ ἔφη δῆλον εἶναι τὸ συναγόμενον ἐν τῇ πρὸ ταύτης συζυγίᾳ. διὸ καὶ ἀσαφέστερον ἡ λέξις ἔχειν δοκεῖ. ἢ προσεξακούειν δεῖ, ὅτι καὶ τὸ κατὰ μηδενὸς ὁμοίως· εἰ γὰρ τὸ Α τῷ Β ἐνδέχεται μηδενί, οὐδὲν ἔσται λαβεῖν τοῦ Β, ᾧ τὸ Α οὐκ [*](2 τοῦ β τὸ ἁ a 3. 4 καθάπερ καὶ ἐν τοῖς ἄλλοις Ar. 4 post καὶ alterum repetit ἐπὶ M 6 post προτίθεται add. τε a 8 ἐνδέχεται a 11 ἐνδεχομένων καταφατικῶν a 12 περὶ . . . σχήματος om. M 14 ἐνδεχόμενον aB: ἀναγκαῖον M δὲ alterum om. M 15 δηλότερον M ἐν om. M 16 καταφατικὸν ἐνδεχόμενον a 17 “ἐν ᾧ . . . ῥηθήσεται”] Ι 1 p. 24b29 memoriter citat 18 οὐ ῥηθήσεται aB: ἐλεγχθήσεται M: οὐ λεχθήσεται Ar. (et M p. 126,5) δὴ aB: δὲ M κατὰ παντὸς om. M 19 τῷ β M ᾱ in ras. M ἐνδέχεται M 20 παντὸς τὸ ἁ aM 22 συνάγεται . . . τῷ γ in mg. infer. post add. M ἐνδεχόμενον M: ἐνδέχεσθαι a καὶ τοῦτο . . . μηδενός (23) om. M 25 δὲ om. M δύο om. M 26 εἶναι τὸ συναγόμενον a 27 γὰρ om. M λέγομεν aBM (n): ἐλέγομεν Ar. 29 δ’ M 32 προσυπακούειν M 33 τῷ β τό ᾱ a)

168
ἐνδέχεται μὴ ὑπάρχειν. δύναται καὶ ἀμφοτέρων ἐμνημονευκέναι, τοῦ τε [*](54v) καταφατικοῦ καὶ τοῦ ἀποφατικοῦ, διὰ τοῦ τὸ γὰρ καθ’ οὗ τὸ Β ἐνδέχεται, τὸ Α ἐνδέχεσθαι ὑπάρχειν, καὶ δεῖ προσυπακούειν ‘ἢ ἐνδέχεσθαι μὴ ὑπάρχειν᾿.

[*](p. 35a 5)

Ὅταν δὲ τὸ Α παντὶ τῷ Β ἐνδέχηται, τὸ δὲ Β ἐνδέχηται μηδενὶ τῷ Γ.

Συζυγίας λαμβάνει ἐν πρώτῳ σχήματι τήν τε τὴν μείζονα ἔχουσαν καθόλου καταφατικὴν τὴν δ’ ἐλάττονα καθόλου ἀποφατικήν, ἀμφοτέρας ἐνδεχομένας, καὶ τὴν τὰς δύο καθόλου ἀποφατικὰς ἐνδεχομένας, αἵτινες συζυγίαι ἀσυλλόγιστοι ἦσαν ἐπί τε τῶν ὑπαρχουσῶν καὶ ἐπὶ τῶν ἀναγκαίων προτάσεων. φησὶ δὴ καὶ ἐπὶ τῶν ἐνδεχομένων, εἰ μὲν οὕτως ἔχουσαι φυλάττοιντο αἱ προτάσεις, μηδὲν μηδ’ ἐπὶ τούτων συναχθήσεσθαι συλλογιστικῶς. εἰ μέντοι μεταληφθείη τὰ ἀποφατικὰ εἰς τὰ καταφατικά (δυνατὸν δὲ τοῦτο τῷ δεδεῖχθαι, ὅτι ἀντιστρέφει ἀλλήλοις· τῷ γὰρ ‘ἐνδέχεται μηδενί᾿ ἀντιστρέφει τὸ ‘ἐνδέχεται παντί᾿, ὡς ἐδείχθη), μεταληφθεισῶν δὴ τῶν ἀποφατικῶν ἐνδεχομένων εἰς τὰς καταφατικὰς ἐνδεχομένας ἔσεσθαί φησι τὰς συζυγίας συλλογιστικάς. ἔσεσθαι γὰρ ἐξ ἀμφοτέρων ἐνδεχομένων καθόλου καταφατικῶν, ἐπὶ μὲν τῆς πρώτης ῥηθείσης συζυγίας, εἰ ἡ ἐλάττων μεταληφθείη (αὕτη γὰρ ἦν ἀποφατική), ἐπὶ δὲ τῆς δευτέρας, εἰ εἰς τὰ καταφατικὰ μεταληφθεῖεν· κεῖνται γὰρ ἀμφότεραι ἀποφατικαί. οὐ μὴν ἀλλὰ καὶ τῆς ἑτέρας μόνης τῆς ἐλάττονος μεταληφθείσης ἔσται συλλογισμὸς ἔχων τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν ἐνδεχομένην τὴν δὲ ἐλάττονα καθόλου καταφατικὴν ἐνδεχομένην, ἔχων τὸ συμπέρασμα καθόλου ἀποφατικὸν ἐνδεχόμενον. ὅτι μὲν οὖν ἐκ τῶν κειμένων οὐδὲν συνάγουσιν αἱ προειρημέναι συζυγίαι, δῆλον. ἀντιστρεφομένων μέντοι τῶν ἀποφατικῶν εἰς τὰ καταφατικὰ τῷ συναληθεύεσθαι τοῖς κειμένοις γίνονται αἱ συζυγίαι συλλογιστικαί. ἴδιον δὲ τοῦτο ἐπὶ τῶν ἐνδεχομένων, ἐπεὶ καὶ ἐπὶ τούτων μόνον ταῖς καταφάσεσιν αἱ ἀποφατικῶς λεγόμεναι συναληθεύουσιν. σημειωτέον δέ, ὅτι παρέλιπε τὴν ἐκ δύο καθόλου ἀποφατικῶν ἐνδεχομένων συζυγίαν δεῖξαι συλλογιστικήν, εἰ καὶ ἡ ἑτέρα μόνον ἡ ἐλάττων εἰς τὸ καταφατικὸν μεταληφθείη.

Δεῖ μέντοι εἰδέναι, ὅτι μεταλαμβανομένων τῶν ἀποφατικῶν εἰς τὰς καταφατικὰς οἱ γινόμενοι συλλογισμοὶ οὐκέτι φυλάττουσι τὸ ὡς ἐπὶ τὸ πλεῖστον λεγόμενον ἐνδεχόμενον, εἴ γε τὴν ἀρχὴν ἐλήφθησαν αἱ ἀποφα- [*](1 δύναται om. aM ἐμνημόνευσε aM 2 τοῦ (post καὶ) om. M τοῦ τὸ a: τοῦτο BM ἐνδέχεσθαι ὑπάρχειν aBM: μὴ ἐνδέχεσθαι Ar. (μὴ om. n) 5. 6 textus in M ἐνδέχηται alterum om. Β: ἐνδέχεται Μ 7 συζυγίαν M 8 τε ΒΜ: δὲ a τὴν (post τε) aM: om. B 9 ἀποφατικὰς corr. ex καταφατικὰς Β1 10 καὶ periit in M 13 τὰ alterum periit in M 14 ἀντιστρέφειν omisso ὅτι M 14 et 15 ἐνδέχεσθαι a 15 ἀντιστρέφει aM: ἀντιστρέφειν Β 16 post ἐνδεχομένων add. προτάσεων M 17 ἐνδεχομένως a post ἐνδεχομένων add. προτάσεων M 20 μεταληφθῶσι M 22 ante ἔχων add. ὁ M μείζονα μὲν aM δ’ M 27 μόνων aM 29 καθόλου om. M συζυγίαν aM: συζυγιῶν Β 30 ἡ (post καὶ) om. M)

169
τικαὶ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον ἐνεχομένου. τῷ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον [*](54v) ἀποφατικῷ ἐνδεχομένῳ τὸ ἐπ’ ἔλαττον καταφατικὸν ἀντιστρέφει, ὥσθ’, ὅταν ἡ μετάληψις τῶν ἀποφατικῶν τῶν κειμένων ἐν ταῖς συζυγίαις εἰς τὰς ἐνδεχομένας καταφατικὰς γένηται, τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον καὶ τὸ ἀόριστον τεθήσεται. τούτου δὲ κειμένου συλλογισμὸς μὲν ἔσται, οὐ μὴν χρήσιμόν τι ἔχων, ὡς αὐτὸς προεῖπε. διὸ καὶ ἐροῦμεν ταύτας τὰς συζυγίας ὡς μὲν πρὸς τὸ ὡς ἐπὶ τὸ πλεῖστον λεγόμενον ἐνδεχόμενον, καθ’ ὃ γίνονταί τινες καὶ κατὰ [τὰς] τέχνας τινὰς καὶ κατὰ τὰς βουλάς τε καὶ προαιρέσεις καὶ πράξεις συλλογισμοί, ἀχρήστους τε καὶ ἀσυλλογίστους εἶναι, ἀπλῶς μέντοι ὡς πρὸς τὰς συμπλοκὰς συλλογιστικά ἴσως δὲ καὶ αὐτὸς τοῦτο ὑφορώμενος εἶπε τὸ ἢ οὐ γίνεται συλλογισμός· ὡς γὰρ πρὸς τὸ χρήσιμον ἀφορῶντι οὐ γίνεται, ἢ εἰ μόνον τις εἰς τὰς προτάσεις ἐμβλέποι. ἢ γίνεται μέν, ἀλλ’ οὐ τέλειος τῷ μὴ διὰ τῶν κειμένων γίνεσθαι ἀλλὰ διὰ μεταλήψεως καὶ ἀντιστροφῆς ἢ μετ’ ἀντιστροφῶν. |

[*](p. 33a 21)

Ἂν δ’ ἡ μὲν καθόλου τῶν προτάσεων ἡ δ’ ἐν μέρει [*](55r) ληφθῇ.

εἰπὼν περὶ τῶν συζυγιῶν τῶν ἐξ ἀμφοτέρων καθόλου τε καὶ ἐνδεχομένων προτάσεων μετελήλυθεν ἐπὶ τὰς τὴν ἑτέραν ἐχούσας μόνην καθόλου, καὶ φησίν, ὅτι, εἰ εἴη ἡ μείζων καθόλου ἡ δ’ ἐλάττων ἐπὶ μέρους, ὡς ἄν ἔχουσαι ληφθῶσι κατὰ τὸ καταφατικὸν ἢ ἀποφατικόν, ἔσεσθαι συλλογισμόν· ἀλλὰ τῆς μὲν μείζονος καθόλου τε οὔσης καὶ καταφατικῆς καὶ ἀποφατικῆς τῆς δὲ ἐλάττονος ἐπὶ μέρους μὲν καταφατικῆς δὲ αὐτόθεν ἐκ τῶν κειμένων καὶ διὰ τῶν κειμένων ἔσεσθαι τὰ συμπεράσματα. καὶ τοῦτο φανερόν φησιν εἶναι ἐκ τοῦ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι ἤτοι λέγων ‘τοῦ παντὶ ἐνδέχεσθαι᾿, ἐπεὶ τὸ παντὶ ἦν, “οὗ μηδὲν ἦν λαβεῖν, καθ’ οὗ θάτερον οὐ ῥηθήσεται” (καὶ εἰ οὕτως λέγοι, ἐνδέοι ἄν ἐν τῇ λέξει τὸ ‘παντί᾿· εἴη ἄν λέγων ‘τοῦτο δὲ φανερὸν ἐκ τοὐ ὁρισμοῦ τοῦ ἐνδέχεσθαι παντί’· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἐνδέχεται, οὐδὲν ἔσται τοῦ Β, καθ’ οὗ οὐκ ἐνδέχεται τὸ Α· τὶ δὲ τοῦ Γ ὑπὸ τὸ Β ἐστίν· ὥστε καὶ τινὶ τῷ Γ ἐνδέχεται), ἢ ‘τοῦ ὁρισμοῦ αὐτοῦ τοῦ ἐνδεχομένου᾿ λέγει. ἦν δὲ ὁρισμὸς τοῦ ἐνδεχομένου “οὗ μὴ ὄντος μὲν ἀναγκαίου τεθέντος δὲ ὑπάρχειν οὐδὲν ἀδύνατον ἕπεται”. καὶ γὰρ ἐπὶ ταύτης τῆς συζυγίας τεθέντος τοῦ Α τινὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν οὐδὲν ἀδύνατον ἕπεται· τοῦτο δὲ τῷ τὴν ἀρχὴν μηδὲ [*](6 προεῖπε] p. 32b18 καὶ om. a 7 συζίας M 8 τὰς delevi (cf. p. 165,8 —10) τινὰς om. a 9 καὶ πράξεις καὶ προαιρέσεις a τε om. a 10 συλλογιστικούς M 13 ἐκβλέποι Β μὲν] ὲν evan. Β 16 ληφθείη a 17 συζυγιῶν τῶν om. M 21 μὲν om. a 22 δ’ (post τῆς) M 23. 24 φησι φανερὸν a 24 τῶν ὁρισμῶν M post ἐνδέχεσθαι meliores Arist. codices omnes addunt α β γ΄, quo expuncto superscr. παντί 25 “οὗ . . . ῥηθήσεται” (26)] cf. p. 167,17 26 λέγοιεν δὲ οἵαν Μ: λέγοιεν οἶον a ἐν om. M 27. 28 εἰ γὰρ evan. B 28 τοῦ ΒΜ: τὸ a β om. M 29 καὶ aM: evan. B τινὶ ΒΜ: τί ᾱ a 30 post ὁρισμὸς add. αὐτοῦ M 31 “οὗ . . . ἕπεται” (32)] c. 13 p. 32a19 memoriter citat; cf. p. 147,5 μὲν om. a ct Ar. ὑπάρχειν aM et Ar.: om. Β 32 καὶ γὰρ . . . ἕπεται (33) om. aM καὶ corr. ex ὁ Β 33 ἐνδέχεσθαι scripsi: ἐνδέχεται Β)

170
συλλογιστικὴν γίνεσθαί τινα συμπλοκὴν κειμένου τοῦ Α τινὶ τῷ Γ ἐνδέχεσθαι [*](55r) ὑπάρχειν. ἢ γὰρ ἐν τῷ πρώτῳ σχήματι δύο ἐπὶ μέρους γίνονται ἐνδεχόμεναι ἀντιστραφείσης τῆς Β Γ οὔσης ἐνδεχομένης ἐν μέρει καταφατικῆς, ἢ ἐν τρίτῳ δύο ἐπὶ μέρους προσληφθείσης τῷ συμπεράσματι ὄντι ἐπὶ μέρους ἐνδεχομένῳ τῆς Β Γ οὔσης καὶ αὐτῆς ἐνδεχομένης καταφατικῆς ἐν μέρει, ἢ ἐν δευτέρῳ δύο καταφατικαὶ προσληφθείσης τῷ συμπεράσματι τῆς ‘τὸ Α παντὶ τῷ Β ἐνδέχεται᾿. ἀλλ’ οὐδ’ ἄν ὑποθέμενοι τὸ ἀντικείμενον τοῦ τὸ Α τινὶ τῷ Γ ἐνδέχεσθαι ὑπάρχειν τῇ εἰς ἀδύνατον ἀπαγωγῇ χρησώμεθα, οὐδ’ οὕτως οὐδὲν ἀδύνατον ἀπαντᾷ. εἰλήφθω γὰρ τὸ ἀντικείμενον τοῦ τὸ Α τινὶ τῷ Γ ἐνδέχεσθαι, ὅπερ ἐστὶ τὸ μηδενὶ ἐξ ἀνάγκης, καὶ προσειλήφθω τὸ Α παντὶ τῷ Β ἐνδέχεσθαι· συνάγεται ἐν δευτέρῳ σχήματι τὸ Β τῷ Γ ἐνδέχεσθαι μηδενί, ὃ οὐκ ἔστιν ἀδύνατον κειμένου τοῦ τὸ Β τινὶ τῷ Γ ἐνδέχεσθαι· τὸ γὰρ ἐνδεχόμενον τινὶ δύναται καὶ μηδενὶ αὐτῷ ὑπάρχειν, δύναται καὶ ἐνδέχεσθαι αὐτῷ μηδενί. βελτίων δὲ ἡ πρώτη ἐξήγησις τῆς λέξεως· ἡ γὰρ δεῖξις αὕτη μᾶλλον ἄν τὸ μὴ συνάγεσθαι τὸ κείμενον δεικνύοι διὰ τὸ μηδὲν ἀδύνατον ἠκολουθηκέναι.

Ὁμοίως δέ, κἄν ἡ μείζων καθόλου ἀποφατικὴ ἐνδεχομένη <ᾖ> ἡ ἐλάττων ἐπὶ μέρους καταφατική, ἐκ τῶν κειμένων συνάγεται ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα ἐνδεχόμενον. ὁ γὰρ ὁρισμὸς τοῦ ἐνδέχεσθαι μηδενὶ γνώριμον· καὶ γὰρ ἐπὶ ταύτης τῆς συζυγίας ποιεῖ τὸ συμπέρασμα. ἄν μέντοι τῆς μείζονος καθόλου οὔσης ἀποφατικῆς ἢ καταφατικῆς ἡ ἐλάττων ἡ ἐπὶ μέρους στερητικὴ ἐνδεχομένη ληφθῇ, γενήσεται μὲν ὁ συλλογισμός, ἀλλ’ οὐκ ἐκ τῶν κειμένων ἀλλὰ μεταληφθέντος τοῦ ἐπὶ μέρους ἀποφατικοῦ εἰς τὸ ἐπὶ μέρους καταφατικὸν τῷ ἀντιστρέφειν τὰ ἐνδεχόμενα. ὅταν μέντοι μηκέτι μείζων ᾖ ἡ καθόλου, ἀλλ’ αὕτη μὲν ἐπὶ μέρους ἐνδεχομένη ἡ δὲ ἐλάττων καθόλου ἐνδεχομένη, οὐδένα φησὶν ἔσεσθαι συλλογισμόν, οὔτ’ ἄν ὁμοιοσχήμονες ληφθῶσιν αἱ προτάσεις [οὔτ᾿ εἰ] ἀμφότεραι <καὶ> κατὰ ὅμοιαι, οὔτ’ ἄν ἀνομοιοσχήμονες καὶ διάφοροι κατὰ τὸ ποιόν· ἀλλ’ οὐδ’ ἄν ἀμφότεραι ἀδιόριστοι ἢ ἐπὶ μέρους ληφθῶσιν, οὐδ’ οὕτως ἔσται συλλογισμός. τοῦ δὲ ἀσυλλογίστους τὰς τοιαύτας πάσας γίνεσθαι, ἐν αἷς ἡ μείζων ἐπὶ μέρους ἐστὶν ἐνδεχομένη, αἰτίαν ἀποδίδωσιν, ὅτι κειμένου τοῦ Α τῷ Β ἐνδέχεσθαι τινὶ ὑπάρχειν οὐδὲν κωλύει τὸ Β ὑπερτείνειν καὶ ἐπὶ πλειόνων λέγεσθαι ἢ τὸ Α, οἷον εἰ τὸ γραμματικὸν εἴη κείμενον ἐνδέχεσθαι τινὶ κοιμωμένῳ· τὸ γὰρ κοιμώμενον ἐπὶ πλειόνων κατηγορεῖται ἢ τὸ γραμματικόν. ἄν δὴ τούτων τι ληφθῇ τῶν ὑπὸ τὸ κοιμώμενον, καθ’ ὃ ὑπερτείνει [*](1 post τοῦ add. τὸ M 4 τρίτῳ δύο BM: τῷ γ β a 7 ὑποθεμένου Β οὐδ᾿ aB: οὐδὲ Μ ἐνδέχεσθαι om. M 11 β aB: γ M 15 αὐτὴ aM 16 ἀντικείμενον M 17 ᾖ addidi δ’ (post ἡ) M 20 post μηδενὶ add. δὲ a γνώριμος aM 22 ἡ evan. Β 25 ante μείζων add. ἡ a ᾖ ἡ BM: εἴη a αὐτὴ aM 27 ληφθῶσιν aB: ὦσιν M οὗτ’ εἰ delevi ἀμφότεραι om. M καὶ addidi 28 ἄν (post οὗτ’) om. a 29 ἀμφότεροι Β οὑδὲ M 30 ἀσυλλογίστου Β πάσας τὰς τοιαύτας aM 31 τοῦ BM: τὸ a 32 τινὶ ἐνδέχεσθαι a 34 τὸ (ante γραμματικόν) om. a)

171
τοῦ Α τοῦ γραμματικοῦ τὸ Β τὸ κοιμώμενον, οἷον ἵππος, τῷ ἵππῳ | οὔτε [*](55v) παντὶ τὸ Α ἐνδέχεται οὔτε ἐνδέχεται μηδενί· ὃ γὰρ ἐνδέχεται μηδενί, τοῦτο καὶ παντὶ ἐνδέχεται· τὸ δὲ γραμματικὸν πῶς ἄν ἐνδέχοιτο παντὶ ἵππῳ; οὐδενὶ γὰρ αὐτῷ ἐξ ἀνάγκης. ἀλλ’ οὐδὲ τινὶ ἵππῳ ἐνδέχεται γραμματικόν. ἀλλ’ οὐδὲ ἐνδέχεται τινὶ μή· ᾧ γὰρ ἐνδέχεται τινὶ μή, τούτῳ καὶ ἐνδέχεται τινὶ διὰ τὴν τοῦ ἐνδεχομένου ἀντιστροφήν, ὃ καὶ αὐτὸς ἐδήλωσε προσθεὶς εἴπερ ἀντιστρέφουσιν αἱ κατὰ τὸ ἐνδέχεσθαι προτάσεις. εἰ δὴ δεῖ μὲν τὸ συμπέρασμα ἢ καθόλου εἶναι καταφατικὸν ἐνδεχόμενον ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους θάτερον, οὐδὲν δὲ τούτων δύναται ἐπὶ τῶν ἐνδεχομένων οὔσης τῆς μείζονος ἐπὶ μέρους ἐνδεχομένης τῆς δὲ ἐλάττονος καθόλου ἐνδεχομένης ἐν τῷ πρώτῳ σχήματι, οὐδ’ ἂν ὅλως γίνοιτο συλλογισμὸς τοιαύτης οὕσης τῆς μείζονος, ὡς ἐπὶ τῶν ὅρων ἐδείχθη.

[*](p. 33b 3)

Ἔτι δὲ καὶ ἑκτῶν ὅρων φανερόν· οὕτως γὰρ ἐχουσῶν τῶν προτάσεων τὸ πρῶτον τῷ ἐσχάτῳ καὶ οὐδενὶ ἐνδέχεται καὶ παντὶ ὑπάρχειν ἀναγκαῖον.

Εἰπὼν ἀσυλλογίστους ἔσεσθαι πάσας τὰς ἐξ ἐνδεχομένων ἐν πρώτῳ σχήματι συζυγίας, ἐν αἷς ἡ μείζων ἐστὶν ἐπὶ μέρους, καὶ προσθεὶς καὶ τὴν αἰτίαν (ὅτι γὰρ ἐνδέχεται τὸν μέσον ὅρον ὑπερτείνειν τοῦ ἄκρου) οὐδὲν ἧττον δείκνυσιν ἀσυλλόγιστον τὴν συμπλοκὴν καὶ διὰ τῆς παραθέσεως τῶν ὅρων ἐναργεστέραν καὶ πληκτικωτέραν τὴν τοιαύτην δεῖξιν καὶ τὸν τοιοῦτον ἔλεγχον ποιούμενος. δείξας δὲ δι’ ὧν παρατίθεται ὅρων καὶ παντὶ ἐξ ἀνάγκης τὸ πρῶιον ἄκρον τῷ ἐσχάτῳ καὶ ἐξ ἀνάγκης μηδενὶ πάντα ἄν εἴη τὰ ἐνδεχόμενα ὡσπεροῦν καὶ τὰ ὑπάρχοντα καὶ τὰ ἀναγκαῖα ἀνῃρηκώς, καὶ τὸ παντὶ καὶ τὸ τινὶ καὶ τὸ μηδενὶ καὶ τὸ τινὶ μή· ἑκάτερον γὰρ τῶν καθόλου ἀναγκαίων, καὶ τὸ καταφατικὸν καὶ τὸ ἀποφατικόν, πάντα ἀναιρεῖ τὰ ἐνδεχόμενα συμπεράσματα. τοῦ μὲν οὖν παντὶ ἐξ ἀνάγκης ὑπάρχειν ὅρους λαμβάνει ζῷον, λευκόν, ἄνθρωπον· ζῷον γὰρ τινὶ λευκῷ ἐνδεχέσθω, λευκὸν παντὶ ἀνθρώπῳ ἐνδεχέσθω, καὶ τὸ ζῷον παντὶ ἀνθρώπῳ ἐξ ἀνάγκης. εἶεν δ’ ἄν ἀληθέστεροι ὅροι λευκόν, περιπατοῦν, κύκνος· τὸ γὰρ λευκὸν ἐνδέχεται τινὶ περιπατοῦντι καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, καὶ τὸ περιπατοῦν παντὶ κύκνῳ ἐνδέχεται καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, ἀλλὰ καὶ τινί, καὶ τὸ λευκὸν ἐξ ἀνάγκης παντὶ κύκνῳ. τοὐ δὲ ἐξ ἀνάγκης μηδενὶ ὅρους παρέθετο ζῷον, λευκόν, ἱμάτιον· τὸ γὰρ ζῷον τινὶ λευκῷ ἐνδέχεται [*](1 τοῦ (ante ᾱ) Β corr., M: τὸ a, Β pr. 3 post παντὶ alterum add. τῷ M 6 καὶ prius periit in M ἐνδέχεται καὶ a 8 δὴ δεῖ scripsi: δ’ ἥδει Β: δὲ δεῖ a: δ’ ἐδείχθη Μ ἡ periit in M 11 δ’ M τῷ periit in M 20 τὴν συμπλοκὴν ἀσυλλόγιστον M 20. 21 τῆς τῶν ὄρων παραθέσεως M 23 ἄκρον BM: τῷ ἄκρῳ a 26 τὸ alterum add. aM: om. B 27 ὑπάρχειν ἐξ ἀνάγκης M 28 ἄνθρωπος a 30 ἀληθέστερον ante ὅροι add. οἱ B; at cf. p. 172,3 31 καὶ (ante ὑπάρχειν) om. a καὶ τὸ περιπατοῦν . . . μὴ ὑπάρχειν (32) om. M: καὶ τὸ περιπατοῦν . . . καὶ τινί (33) om. a)

172
καὶ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, καὶ τὸ λευκὸν ἐνδέχεται καὶ ὑπάρχειν καὶ [*](55v) μὴ ὑπάρχειν παντὶ ἱματίῳ καὶ μηδενὶ καὶ τινὶ <καὶ τινὶ> μή, καὶ τὸ ζῷον ἐξ ἀνάγκης οὐδενὶ ἱματίῳ. εἶεν δ’ ἄν πάλιν ἀληθέστεροι ὅροι λευκόν, περιπατοῦν, κόραξ· λευκὸν γὰρ ἐξ ἀνάγκης οὐδενὶ κόρακι συμπέρασμα τῶν προτάσεων κατὰ τοὺς εἰρημένους τρόπους πάντας δυναμένων λαμβάνεσθαι.

[*](p. 33b 8)

Φανερὸν οὖν, ὅτι τοῦτον τὸν τρόπον ἐχόντων τῶν ὅρων οὐδεὶς γίνεται συλλογισμός.

Δείξας διὰ τῆς παραθέσεως τῶν ὅρων ἐν ταῖς προκειμέναις συμπλοκαῖς τὸ συμπέρασμα καὶ παντὶ ἐξ ἀνάγκης καὶ μηδενί, φησίν, ὅτι οὐ μόνον οὐκ ἐνδεχόμενόν τι συνάγεται, ἀλλ’ οὐδ’ ἄλλο τι, οἷον ὑπάρχον ἢ ἀναγκαῖον. τὸ μὲν γὰρ παντὶ ἐξ ἀνάγκης ἀναιρετικὸν ἡμῖν δέδεικται ὂν τοῦ μηδενὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ὑπάρχειν, τὸ δὲ μηδενὶ ἐξ ἀνάγκης τοῦ τε παντὶ ἐξ ἀνάγκης καὶ τοῦ παντὶ ὑπάρχειν· τούτοις γὰρ χρώμενοι ἐδείξαμεν τὰς ἀσυλλογίστους συμπλοκὰς ἔν τε ταῖς ἀναγκαίαις καὶ ἐν ταῖς ὑπαρχούσαις προτάσεσιν. ἔτι ἔδει μέν, ὥσπερ εἰρήκαμεν, ὅταν ἀναγκαῖον ἢ ὑπάρχον ᾖ συμπέρασμα, ἢ τὴν ἑτέραν τῶν προτάσεων ἢ ἀμφοτέρας τοιαύτας εἷναι· ἀμφότεραι δέ εἰσιν ἐπὶ τῆς προκειμένης συζυγίας ἐνδεχόμεναι. καὶ διὰ τούτου ἂν δεικνύοιτο μήτε ἀναγκαῖον μήτε ὑπάρχον γινόμενον τὸ συμπέρασμα. εἰπὼν δὲ μηδὲν ἐκείνων συνάγεσθαι | δύνασθαι ἑξῆς δείκνυσιν, [*](56r) ὅτι μηδὲ ἐνδεχόμενόν τι οἷόν τε συναχθῆναι συναγομένου γε ἐν τῇ τοιαύτη συμπλοκῇ καὶ τοῦ παντὶ ἐξ ἀνάγκης καὶ τοῦ μηδενὶ ἐξ ἀνάγκης· τοῦτο γὰρ ἐδήλωσε διὰ τοῦ καὶ οὐδενὶ ἐνδέχεται ὑπάρχειν. τό τε γὰρ ἐξ ἀνάγκης παντὶ ὁμοίως τοῦ τε ἐνδεχομένου παντός ἐστιν ἀναιρετικὸν καὶ τοῦ μηδενὶ ὑπάρχειν καὶ τοῦ τινὶ μὴ ὑπάρχειν, ἔτι τοῦ τε ἐξ ἀνάγκης μηδενὶ καὶ ἐξ ἀνάγκης τινὶ μή. πάλιν δ’ αὐτὸ τὸ μηδενὶ ἐξ ἀνάγκης, ὡς τοῦ ἐνδεχομένου παντὸς ἀναιρετικόν ἐστιν, οὕτως καὶ τοῦ παντὶ ἢ τινὶ ὑπάρχειν καὶ τοῦ ἐξ ἀνάγκης παντὶ ἡ τινί. τοῦ δὲ ἀναιρεῖσθαι τὸ ἐνδεχόμενον ὑπόμνησιν φέρει, ὅτι τὸ ἐνδεχόμενον ὡρισάμεθα τὸ μὴ ὂν ἀναγκαῖον· ὃ γὰρ παντὶ ἐξ ἀνάγκης καὶ οὐδενὶ ἐξ ἀνάγκης, τοῦτο οὔτε παντὶ 10 ἢ τινὶ ἐνδέχεται οὔτε οὐδενὶ ἢ οὐ παντί.

Εἰπὼν δὲ ταῦτα ὑπομιμνήσκει ἡμᾶς τῶν δεδειγμένων· ἔστι δὲ ταῦτα, ὅτι ἐν τῷ πρώτῳ σχήματι, ἄν ὦσιν ἀμφότεραι αἱ προτάσεις καθόλου, συλλογισμὸς γίνεται, ὁποῖαι ἄν ὦσιν αἱ προτάσεις κατὰ τὸ ποιόν, πλὴν εἰ μὲν εἶεν [*](1 καὶ μὴ ὑπάρχειν καὶ ὑπάρχειν M 1.2 ἐνδέχεται παντὶ ὑπάρχειν ἱματίῳ καὶ μὴ ὑπάρχειν M 2 καὶ τινὶ addidi μὴ alterum om. a 3 μηδενὶ a ante ὅροι add. οἱ a 5 τοὺς aM: τὸ το . . (evanuisse aliquid videtur) Β λαμβάνεσθαι aM 6 ὅτι post ὅρων transponit Ar. 8 συμπλοκαῖς BM: συζυγίαις a 13 ὑπάρχειν καὶ τοῦ παντὶ ἐξ ἀνάγκης M προσχρώμενοι a 15 εἰρήκαμεν] p. 154,2 et 11—13 ἢ aM: om. B 19 εἰπὼν aM: εἶπε Β 20 γε ΒΜ: τε a 22 a 24 ἔτι τοῦ τε a: ἔτι. τοῦ δὲ BM 25 post καὶ add. τοῦ a αὐτὸ a: αὐτοῦ BM 26 ἐστιν ἀναιρετικόν aM οὕτω aM 30 ἢ (ante τινὶ) aB: οὔτε M 31 δεδεγμένων Β 32 αἱ προτάσεις ἀμφότεραι a)

173
ἀμφότεραι κατηγορικαί, τέλειος. ὁμοίως δέ, ἄν ἡ μείζων ἀποφατικὴ μόνη <ᾖ> ἀτελεῖς δέ εἰσιν αἱ διὰ τῆς τοῦ ἐνδεχομένου ἀντιστροφῆς, ἥ τε ἐκ δύο ἀποφατικῶν καὶ ἡ ἐκ τῆς ἐλάττονος ἀποφατικῆς, ὡς ἔδειξεν. ὑπομιμνήσκει δὲ ἡμᾶς καὶ τοῦ δεῖν τὸ ἐνδεχόμενον ἐν ταῖς προτάσεσι λαμβάνειν τὸ μὴ ἀναγκαῖον· τὸ γὰρ κατὰ τοῦ ἀναγκαίου κατηγορούμενον ὁμώνυμόν τε καὶ οὐκ ἀντιστρέφει. φησὶ δὲ πολλάκις τὸ τοιοῦτον διαλανθάνειν· τὸ γὰρ μηδενὶ ἐξ ἀνάγκης ὑπάρχον λέγομεν ἐνδέχεσθαι μηδενί, ἐφ’ οὗ οὐκ ἔστι λέγειν, ὅτι καὶ παντὶ ἐνδέχεται. ἀλλὰ καὶ αὐτὸς ἐν τῇ τῶν προειρημένων ὅρων ἐκθέσει τὸ ζῷον ἔλαβεν ἐνδέχεσθαι τινὶ λευκῷ· καίτοι ἐξ ἀνάγκης τινὶ αὐτῷ ὑπάρχει. καὶ ἴσως τούτου χάριν καὶ προσέθηκε τοῦτο, ὥσπερ καὶ ἀλλαχοῦ πάλιν λέγει, “ληπτέον δὲ βέλτιον τοὺς ὅρους’’. ἔδειξε δὲ γινομένους ἐν πρώτῳ σχήματι ἐξ ἐνδεχομένων ἀμφοτέρων τῶν προτάσεων τέσσαρας μὲν ἀμφοτέρων οὐσῶν καθόλου τῶν προτάσεων, τελείους μὲν δύο, τόν τε ἐκ τῶν δύο καταφατικῶν καὶ τὸν ἐκ τῆς μείζονος μόνης ἀποφατικῆς, ἀτελεῖς δὲ τὸν ἐκ τῆς ἐλάττονος μόνης ἀποφατικῆς καὶ τὸν ἐξ ἀμφοτέρων ἀποφατικῶν, ὁμοίως πάλιν τέσσαρας τῆς [τε] ἑτέρας προτάσεως ἐπὶ μέρους οὔσης, ἄν ἡ ἐπὶ μέρους ᾖ. ἀλλὰ τέλειοι μὲν καὶ τούτων δύο, ἐν οἷς ἢ ἀμφότεραι καταφατικαὶ ἢ ἡ ἐλάττων καταφατικὴ μόνη, ἀτελεῖς δέ, ἂν ἡ ἐλάττων ἀποφατικὴ 35 μόνη <ᾖ> ἢ καὶ ἀμφότεραι.